1
Fragmentum in epistulam ad Hebraeos 1,6 Εἰ πᾶσα ἡ γενητὴ φύσις προσκυνεῖ τῷ Χριστῷ-διὰ γὰρ τῆς τῶν ἀγγέλων
προσηγορίας τὴν ὑπέρτερον λογικὴν σημαίνει φύσιν, ὥσπερ καὶ ἐν τῷ τίνι γὰρ τῶν ἀγγέλων εἴρηκέν ποτε· κάθου ἐκ δεξιῶν μου; καὶ ὑπεράνω ταύτης ἐστὶν αὐτός-καὶ προσκυνεῖν ὁ λόγος τῶν γραφῶν κτίσματι ἀπεῖπεν, μὴ ἀναβλέψας, λέγων, εἰς τὸν οὐρανόν, καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς 45 ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς. ὡς δὲ τούτοις προσκυνεῖν κεκώλυται, οὕτω καὶ τοῖς ἄλλοις κτίσμασι, κἄν τινα ὑπεραναβεβηκότα τυγχάνῃ. ὡς καὶ ἔμπροσθεν εἴρηται, διαβεβαιοῦσθαι προσήκει οὐ κτίσμα ἀλλὰ κτίστην εἶναι τὸν Χριστόν, εἰ καὶ δι' ἡμᾶς ἥνωσεν ἑαυτῷ τὴν κτιστὴν σάρκα ἐτυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, καὶ οὕτω δὲ προσκυνούμενος ὡς θεὸς ὑπὸ πάσης τῆς κτίσεως. 65lem τοῖς πᾶσιν χρόνος, καὶ καιρὸς τῷ παν-τὶ πράγματι ὑπὸ τὸν οὐρανόν.