1
Fragmenta in epistulam ad Romanos
Ro+m 5,13-14 Προειπὼν ὅτι ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ Ἀδὰμ καὶ ἐπὶ τῇ ἀποφάσει τοῦ θανάτου καὶ οἱ λοιποὶ πάντες ἥμαρτον, πιστοῦται ὅτι ἥμαρτον ἐκ τοῦ ἐπάγειν· ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ. μὴ γὰρ νομίσητε, φησίν, ὅτι οὐκ ἦν ἁμαρτία ἕως τοῦ νόμου τοῦ Μωϋσαϊκοῦ, οὐδὲ ἐνελογεῖτο ἁμαρτία ἀνθρώποις· ἦν γὰρ καὶ ἐνελογεῖτο, ἐπεὶ καὶ νόμος ἦν. ποῖον οὖν νόμον ἐμφαίνει; τὸν φυσικὸν καθ' ὃν κινούμεθα διακρίνοντες τὰ βελτίονα καὶ τὰ χείρονα, περὶ οὗ νόμου ἤδη ἔφησεν· ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος. οὕτως ἦν ἄρα καὶ πρὸ τοῦ Μωϋσαϊκοῦ νόμου ὁ τῆς φύσεως νόμος. ἀλλ' ὡς ὄντων, φησίν, ἁμαρτημάτων καὶ ἐμπολιτευομένων, ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς θέσεως τοῦ νόμου καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, μηδὲ παραβεβηκότας ἐντολὴν θεοῦ κατὰ τὸν Ἀδάμ, ἀλλὰ νόμον φύσεως παραχαράξαντας. τὸ δὲ ὅς ἐστι τύπος τοῦ μέλλοντος, τοῦτ' ἔστι τύπος τοῦ Χριστοῦ ὁ Ἀδάμ, οὐ κατὰ τὴν ἁμαρτίαν ἢ τὴν δικαιοσύνην-κατὰ γὰρ ταῦτα ἐναντίως ἔσχον-, ἀλλὰ κατὰ τὸ προῆρχθαι· ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ διεδόθη εἰς πάντας ὁ θάνατος, οὕτως ἀπὸ τοῦ Χριστοῦ διεδόθη εἰς πάντας ἡ ζωή. ἔστι δὲ τύπος καὶ καθ' ἕτερον λόγον· ὥσπερ γὰρ ὁ Ἀδὰμ κεφαλὴ ἦν τῆς Εὔας καθ' ὃ ἀνήρ, οὕτω καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας καθ' ὃ νυμφίος αὐτῆς ἀνηγόρευται, ὡς καὶ ὁ ἀπόστολός φησιν· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν. Rom 5,15 Τοῦτο δοκεῖ ἐναντίως ἔχειν τῷ προκειμένῳ τῷ εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν· εἰπὼν γὰρ ἀνωτέρω περὶ πάντων, νῦν περὶ πολλῶν λέγει. ἀλλὰ χρὴ εἰδέναι ὅτι διῆλθε μὲν 84 εἰς πάντας ὁ θάνατος, ἐπειδὴ καὶ πάντες ἡμάρτομεν, ἀλλὰ διῆλθε πάντας μὲν διερευνῶν καὶ πειράζων, κατέχων δὲ οὐ τοὺς ἁπλῶς ἁμαρτάνοντας, ἀλλὰ τοὺς ἐμπαραμένοντας ταῖς ἑαυτῶν ἁμαρτίαις, ὅπερ καὶ διὰ τῶν ἑξῆς δηλοῖ λέγων ὅτι ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, δι' ὧν ἐμφαίνει τὸ ἀμετάθετον τῆς κακίας αὐτῶν. ὥστε διῆλθε μὲν εἰς πάντας ὁ θάνατος διερευνῶν, ὁρῶν αὐτοὺς ἁμαρτάνοντας, ἐθανάτωσε δὲ οὐ πάντας. ἔνιοι μὲν οὖν διαφορὰν θανάτου ᾠήθησαν διὰ τούτων δηλοῦσθαι, καὶ διὰ μὲν τοῦ πάντες σωματικὸν ἐμφαίνεσθαι τὸν θάνατον, διὰ δὲ τοῦ πολλοὶ τυχικόν. ἀλλ' οὐδὲν τούτων νῦν ἡ ἀκολουθία τοῦ λόγου δείκνυσιν· οὐδὲ γὰρ διαστολή τις ἐν αὐτῷ ἐστιν, ἀλλ' ὡς περὶ ἑνὸς οἰκουμενικοῦ πράγματος διέξεισιν. φιλοτιμεῖται μέντοι δεῖξαι, ὅτι εἰ καὶ τὸ παράπτωμα τοῦ Ἀδὰμ κατεσκεύασεν ὁ πονηρός, ἀρχὴν ἑαυτῷ τῆς κατ' ἀνθρώπων βασιλείας πραγματευόμενος, ἀλλὰ μεῖζον χάρισμα ἐπιδημήσας ὁ κύριος ἐχαρίσατο. Rom 5,16-17 Ἀντὶ τοῦ πρὸς ἓν ἁμάρτημα τοῦ Ἀδὰμ ἡ δωρεά· μεγάλη γὰρ ἦν καὶ πολλὴ καὶ τὰ πάντων ἁμαρτήματα τῇ φιλανθρωπίᾳ ὑπερβαίνουσα, ὅπερ διδάσκων ἐπάγει· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. βούλεται γὰρ εἰπεῖν ὅτι τὸ μὲν Ἀδὰμ ἁμάρτημα ἓν ἦν, ἀλλ' ὅμως ἓν ὂν ἐξ ἑνὸς ἁμαρτήματος κατέκρινε τοὺς πολλοὺς διὰ τὸ μιμήσασθαι τὸν Ἀδάμ, τὸ δὲ χάρισμα τοῦ κυρίου οὐ πρὸς τὸ ἓν ἁμάρτημα ἐμετρήθη, ἀλλὰ πρὸς τὰ πάντων πολλὰ ὄντα. ὥστε ἐκ πολλῶν παραπτωμάτων ἀπαλλάξαν ἤγαγεν εἰς δικαίωμα· ἐν γὰρ τούτῳ ἐστὶ τῆς χάριτος τὸ περίσσευμα, ὅτι οὐ μόνον τῶν παραπτωμάτων ἀπήλλαξεν, ἀλλὰ καὶ εἰς δικαιοσύνην ἐχειραγώγησεν. Rom 5,18-19 Ἐξετάσας καὶ διαγυμνάσας τήν τε διὰ τοῦ Ἀδὰμ προστριβεῖσαν ἀνθρώποις ζημίαν καὶ τὴν παρὰ τοῦ κυρίου δωρηθεῖσαν εὐεργεσίαν, ἐπάγει λοιπὸν ἀποφατικώτερον διδάσκων, ὡς τοῦ μὲν Ἀδὰμ κατέκρινε καὶ ἐθανάτωσεν ἀνθρώπους τὸ παράπτωμα,