1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

1

Anacephalaeosis Sp.

1.162 Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ τοῦ πρώτου βιβλίου τοῦ κατὰ τῶν εἴκοσι αἱρέσεων ἐλέγχου, ἐν ᾧ εἰσιν αἱρέσεις κ οὕτως· Πρῶτον μὲν αἱ τῶν αἱρέσεων πασῶν μητέρες τε καὶ πρωτότυποι ὀνομασίαι, ἐξ ὧν μητέρων πέντε αἱ ἄλλαι ἐφύησαν, καὶ εἰσὶν αὗται αἱ πρῶται τέσσαρες· α. Πρώτη Βαρβαρισμός, ἥτις καθ' ἑαυτήν ἐστι, διαρκέσασα ἀφ' ἡμερῶν τοῦ Ἀδὰμ ἐπὶ δέκα γενεαῖς ἕως τοῦ Νῶε. Βαρβαρισμὸς δὲ κέκληται ἀπὸ τοῦ μὴ τοὺς τότε ἀνθρώπους ἀρχηγόν τινα ἔχειν ἢ μίαν συμφωνίαν, ἀλλ' ὅτι πᾶς τις ἑαυτῷ ἐστοίχει καὶ νόμος ἑαυτῷ κατὰ τὴν προτίμησιν τοῦ ἰδίου βουλήματος ἐγίνετο. β. ∆ευτέρα Σκυθισμός, ἀπὸ τῶν ἡμερῶν τοῦ Νῶε καὶ μετέπειτα ἄχρι τῆς τοῦ πύργου οἰκοδομῆς καὶ Βαβυλῶνος καὶ μετὰ τὸν τοῦ πύργου χρόνον ἐπὶ ὀλίγοις ἔτεσι τουτέστιν ἕως Φαλὲκ καὶ Ῥαγαῦ· οἵτινες ἐπὶ τὸ τῆς Εὐρώπης κλίμα νενευκότες τῷ τῆς Σκυθίας μέρει καὶ τοῖς αὐτῶν ἔθνεσι προσεκρίθησαν ἀπὸ τῆς τοῦ Θάρρα ἡλικίας καὶ ἐπέκεινα, ἐξ οὗπερ οἱ Θρᾷκες γεγόνασι. 1.163 γ. Τρίτη Ἑλληνισμός, ἀπὸ τῶν χρόνων τοῦ Σεροὺχ ἐναρξάμενος διά τοι τῆς εἰδωλολατρείας καὶ ὡς ἐστοίχουν τὸ τηνικαῦτα ἕκαστος κατά τινα δεισιδαιμονίαν ἐπὶ τὸ μᾶλλον πολιτικώτερον καὶ ἐπὶ ἔθη καὶ θεσμούς. εἰδώλων μέντοι γε ἐναρξαμένων τάττεσθαι, τὰ τῶν ἀνθρώπων γένη οἷς τότε στοιχήσαντες * ἐθεοποίουν, διὰ μὲν χρωμάτων διαγράφοντες τὴν ἀρχὴν καὶ ἀπεικονίζοντες τοὺς πάλαι παρ' αὐτοῖς τετιμημένους ἢ τυράννους ἢ γόητας ἤ τινάς τι δράσαντας ἐν βίῳ μνήμης δοκοῦν ἄξιον, δι' ἀλκῆς τε ἢ σωμάτων εὐρωστίας *· ἔπειτα δὲ ἀπὸ τῶν χρόνων τοῦ Θάρρα πατρὸς Ἀβραὰμ καὶ δι' ἀγαλμάτων τὴν πλάνην τῆς εἰδωλολατρείας εἰσηγησάμενοι, τοὺς ἑαυτῶν προπάτορας δι' ἀπεικονισμῶν τετιμηκότες καὶ τοὺς πρὸ αὐτῶν τετελευτηκότας τεχνησάμενοι ἐκ κεραμικῆς ἐπιστήμης τὸ πρῶτον, ἔπειτα δι' ἑκάστης τέχνης μιμησάμενοι, οἰκοδόμοι μὲν λίθον ξέσαντες, ἀργυροκόποι δὲ καὶ χρυσοχόοι διὰ τῆς ἰδίας ὕλης τεκτηνάμενοι, οὕτω καὶ τέκτονες καὶ οἱ καθεξῆς· Αἰγύπτιοι δὲ ὁμοῦ καὶ Βαβυλώνιοι καὶ Φρύγες καὶ Φοίνικες ταύτης τῆς θρῃσκείας πρῶτοι εἰσηγηταὶ γεγόνασιν, ἀγαλματοποιίας τε καὶ μυστηρίων, ἀφ' ὧν τὰ πλεῖστα εἰς Ἕλληνας μετηνέχθη ἀπὸ τῆς Κέκροπος ἡλικίας καὶ 1.164 καθεξῆς, μετέπειτα δὲ καὶ ὑστέρῳ πολὺ τοὺς περὶ Κρόνον καὶ Ῥέαν, ∆ία τε καὶ Ἀπόλλωνα καὶ τοὺς καθεξῆς θεοὺς ἀναγορεύσαντες. Ἕλληνες δὲ κέκληνται ἀπὸ Ἕλληνός τινος ἀνδρὸς τῶν ἐν τῇ Ἑλλάδι κατῳκηκότων καὶ τὴν προσωνυμίαν τῇ χώρᾳ παρεχομένου, ὡς δὲ ἕτεροί φασιν ἀπὸ τῆς ἐλαίας τῆς ἐν Ἀθήναις βλαστησάσης. Ἴωνες δὲ τούτων ἀρχηγοὶ γεγόνασιν, ὡς ἔχει ἡ ἀκρίβεια, ἀπὸ τοῦ Ἰωυάν *, ἑνὸς ἀνδρὸς τῶν τὸν πύργον οἰκοδομησάντων, ὅτε αἱ γλῶσσαι διεμερίσθησαν τῶν ἀνθρώπων, δι' ἣν αἰτίαν καὶ Μέροπες πάντες κέκληνται διὰ τὴν μεμερισμένην φωνήν. ὕστερον δὲ ὁ Ἑλληνισμὸς εἰς αἱρέσεις κατέστη κατωτέρω τῷ χρόνῳ, φημὶ δὲ Πυθαγορείων καὶ Στωϊκῶν καὶ Πλατωνικῶν καὶ Ἐπικουρείων καὶ λοιπῶν. θεοσεβείας δὲ χαρακτὴρ ὑπῆρχεν ἅμα καὶ ὁ κατὰ φύσιν νόμος, πολιτευόμενος ἀπὸ τούτων τῶν ἐθνῶν, ἑαυτὸν ἀφορίζων ἀπὸ τῆς τοῦ κόσμου καταβολῆς καὶ δεῦρο, μέσος τυγχάνων Βαρβαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ, ἕως ὅτου συνήφθη τῇ τοῦ Ἀβραὰμ θεοσεβείᾳ. δ. Καὶ μετέπειτα Ἰουδαϊσμός, ἀπὸ τῶν χρόνων Ἀβραὰμ τὸν χαρακτῆρα διὰ περιτομῆς εἰληφὼς καὶ ἐν Μωυσῇ, ἑβδόμῳ ἀπὸ Ἀβραάμ, διὰ τοῦ δι' αὐτοῦ δοθέντος