1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

De mensuribus et ponderibus

Τὸ «Περὶ μέτρων καὶ σταθμῶν» ἔργον Ἐπιφανίου τοῦ Σαλαμῖνοσ

Εἴ τις ἐθέλει τῶν ἐν ταῖς θείαις γραφαῖς εἰδέναι τὰ πρὸς πολυπειρίαν μέρη, λέγω δὴ περὶ μέτρων καὶ σταθμῶν, τούτῳ τῷ ὑπομνηστικῷ ἐντυγχάνειν μὴ κατοκνείτω. Καὶ πρῶτον μὲν δεῖ εἰδέναι τὸν φιλόλογον, πόσα τυγχάνει ἐν ταῖς προφητείαις μέρη. Εἰς δέκα γὰρ διῄρηνται θεωρίας αἱ προφητεῖαι, οὕτω περιέχουσαι διδασκαλίας, θεωρίας, προτροπάς, ἐλέγχους, ἀπειλάς, ὀλοφυρμούς, θρήνους, εὐχάς, ἱστορίας, προρρήσεις. Παράκεινται δὲ ταῖς αὐταῖς προφητείαις σημεῖα ταῦτα· περὶ τῆς ἀποβολῆς τοῦ προτέρου λαοῦ· περὶ τῆς ἀποβολῆς τοῦ κατὰ σάρκα νόμου· περὶ τῆς καινῆς διαθήκης· περὶ τῆς τῶν ἐθνῶν κλήσεως. περὶ Χριστοῦ. περὶ ἐπαγγελιῶν τοῦ προτέρου λαοῦ. περὶ τῆς ἐν ταῖς θείαις γραφαῖς ἀσαφείας· περὶ μελλόντων προγνώσεως. Ἐπειδὴ δέ τινες κατὰ προσῳδίαν ἔστιξαν τὰς γραφὰς καὶ περὶ τῆς προσῳδίας τάδε· ὀξεῖα /, βαρεῖα /, περισπωμένη /, μακρά !, βραχεῖα !, δασεῖα /, ψιλή /, ἀπόστροφος ', ὑφέν &, ὑποδιαστολή. Περὶ ἀστερίσκου καὶ ὀβελοῦ καὶ λιμνίσκου καὶ ὑπολιμνίσκου ἤγουν τῶν ἐν ταῖς θείαις γραφαῖς σημείων. Ὁ ἀστερίσκος οὗτος, ἔνθα παράκειται, σημαίνει τὸ ἐμφερόμενον ῥῆμα ἐν τῷ ἑβραϊκῷ κεῖσθαι καὶ ἐμφέρεσθαι παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ, σπανίως δὲ καὶ παρὰ Θεοδοτίωνι· οἱ δὲ ἑβδομήκοντα δύο ἑρμηνευταὶ παρῆκαν καὶ οὐχ ἡρμήνευσαν, ὡς δισσολογουμένων τῶν τοιούτων λογίων καὶ ὡς ἐκ περισσοῦ ἀναγινωσκομένων. Εἰς παράστασιν δὲ τῶν εἰρημένων λεκτέον διὰ βραχείας λέξεως εἰς τὸ ἀπὸ τῆς μιᾶς λέξεως περὶ τῶν λοιπῶν σε γνῶναι. Κεῖται ἐν ἀρχῇ τῆς Γενέσεως «οὐαεεεὶ Ἀδὰμ σαλωεὶμ σανᾶ οὐαθεσὰ μηὼθ σανᾶ», ὃ ἑρμηνεύεται, ὡς καὶ Ἀκύλας ἠκολούθησε, «καὶ ἔζησεν Ἀδὰμ τριάκοντα ἔτος καὶ ἐνακόσια ἔτος». Ὅθεν οἱ ἑβδομήκοντα δύο ἑρμηνευταὶ ἐξ Ἑβραίων ὁρμώμενοι καὶ ἐξ ἁπαλῶν ὀνύχων τήν τε τῶν Ἑβραίων, οὐ μὴν ἀλλὰ καὶ τῶν Ἑλλήνων ἀκριβῶς πεπαιδευμένοι φωνήν, οὐ μόνον τὴν ἐκ τῆς ἑβραΐδος εἰς ἑλληνίδα ἡρμήνευσαν γραφήν, ἀλλὰ καὶ τὴν ἐν τῇ ἑβραΐδι διὰ δισσολογίας ἐκφωνουμένην διάλεκτον τῇ τρανότητι ἑρμηνεύσαντες παρήγαγον. Καὶ ἀντὶ τοῦ εἰς δύο τόπους κεῖσθαι τὸ ὄνομα τοῦ ἔτους ἑνὶ τόπῳ χρησάμενοι τὴν δοκοῦσαν εἶναι βόμβησιν εἰς λειότητα μετέβαλον φήσαντες «ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ ἐνακόσια ἔτη», οὔτε ἐλλιπές τι ποιήσαντες τῷ λόγῳ, ἀλλὰ καὶ εἰς τρανότητα κατέστησαν τὴν ἀνάγνωσιν, ὅπερ ἐν μὲν τῇ ἑβραΐδι οὐ δύναται διὰ τῆς συντομίας λέγεσθαι οὕτως, ὡς οἱ ἑβδομήκοντα δύο λέγουσιν, ὅτι «ἔζησεν Ἀδὰμ τριάκοντα καὶ ἐνακόσια ἔτη», οὔτε ἐν τῇ ἑλληνίδι, ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἐξ ἐπιπολῆς λέγων «ἔζησεν Ἀδὰμ ἐνακόσια ἔτος καὶ τριάκοντα ἔτος». Ὁρᾷς γάρ, ὦ φιλόλογε, ὡς ἀπρέπειαν παρέχει τῷ λόγῳ, οὐ τῇ τρανότητι τοῦ λόγου προσέχων, ἀλλὰ τῇ τῆς δευτερολογίας ἀκριβείᾳ. Καὶ ἔδοξε τοῦτό τισι παρὰ μὲν τοῖς ἑβδομήκοντα δύο ἐλλιπῶς κεῖσθαι, παρὰ δὲ Ἀκύλᾳ καὶ Συμμάχῳ καὶ ἄλλαις ἐκδόσεσιν ἀνελλιπῶς ἡρμηνεῦσθαι, ὅπερ οὐδὲ παρὰ τοῖς ἑβδομήκοντα δύο ἐνέλιπεν, ἀλλὰ καὶ ὑπὸ τῶν περὶ Ἀκύλαν μετὰ καὶ τῆς κακοφωνίας περισσῶς κεῖται ἐν δυσὶ τόποις ἀνθ' ἑνός, τουτέστιν ἀντὶ τοῦ ἔτη ἔτος καὶ ἔτος. ∆ιὰ τοῦτο ἐν ἑνὶ τόπῳ τὸ τοῦ ἔτους ὄνομα οἱ ἑβδομήκοντα δύο παρέλιπον. Ἐλθόντων δὲ μετ' ἔπειτα τῶν περὶ Ἀκύλαν καὶ τὰ ὑπὸ τῶν ἑβδομήκοντα δύο παραλειφθέντα ἐκδεδωκότων, ἐδόκουν εἶναι περιττότερα. Ὠριγένης μετὰ ταῦτα ἐλθὼν ἀποκατέστησε μὲν ἑκάστῳ τόπῳ τὸν