1

1

De mensuribus et ponderibus (ap. Joannem Damascenum) (excerptum Graecum 8)

Ἰστέον δέ, ὡς εἴκοσι δύο βίβλοι εἰσὶ τῆς παλαιᾶς διαθήκης κατὰ τὰ στοιχεῖα

τῆς Ἑβραΐδος φωνῆς. Εἴκοσι δύο γὰρ στοιχεῖα ἔχουσιν, ἐξ ὧν πέντε διπλοῦνται, ὡς γίνεσθαι αὐτὰ εἴκοσι ἑπτά· διπλοῦν γάρ ἐστι τὸ Χὰφ καὶ τὸ Μὲμ καὶ τὸ Νοῦν καὶ τὸ Φὶ καὶ τὸ Σαδί. ∆ιὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ' Ἑβραίοις μία βίβλος· ἡ πρώτη καὶ δευτέρα τῶν Βασιλειῶν μία βίβλος· ἡ τρίτη καὶ ἡ τετάρτη τῶν Βασιλειῶν μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Παραλειπομένων μία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τοῦ Ἔσδρα μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱ βίβλοι ἐν πεντατεύχοις τέτρασι, καὶ μένουσιν ἄλλαι δύο, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε νομικάς· Γένεσιν, Ἔξοδον, Λευιτικόν, Ἀριθμούς, ∆ευτερονόμιον· αὕτη πρώτη πεντάτευχος, ἣ καὶ νομοθεσία. Εἶτα ἄλλη πεντάτευχος, τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταὶ μετὰ τῆς Ῥούθ, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, βίβλος μία, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης, βίβλος μία, καὶ αἱ δύο τῶν Παραλειπομένων, βίβλος μία· αὕτη δευτέρα πεντάτευχος. Τρίτη πεντάτευχος αἱ στιχήρεις βίβλοι· τοῦ Ἰώβ, τὸ ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, τὰ Ἄισματα τῶν ᾀσμάτων τοῦ αὐτοῦ. Τετάρτη πεντάτευχος, ἡ προφητική· τὸ δωδεκαπρόφητον, βίβλος μία, Ἡσαΐας, Ἰερεμίας Ἰεζεκιήλ, ∆ανιήλ. Εἶτα τοῦ Ἔσδρα, αἱ δύο εἰς μίαν συναπτόμεναι βίβλον, καὶ ἡ Ἐσθήρ. - ̔Η δὲ Πανάρετος, τουτέστιν ἡ Σοφία τοῦ Σολομῶντος, καὶ ἡ Σοφία τοῦ Ἰησοῦ, ἣν ὁ πατὴρ μὲν τοῦ Σιρὰχ ἐξέθετο Ἑβραϊστί, Ἑλληνιστὶ δὲ ἡρμήνευσεν ὁ τούτου μὲν ἔγγονος Ἰησοῦς, τοῦ δὲ Σιρὰχ υἱός, ἐνάρετοι μὲν καὶ καλαί, ἀλλ' οὐκ ἀριθμοῦνται οὐδὲ ἔκειντο ἐν τῇ κιβωτῷ.