1
De prophetarum vita et obitu (recensio altera) Sp.
ΕΠΙΦΑΝΙΟΥ ΠΕΡΙ ΤΩΝ ΙΣ ΠΡΟΦΗΤΩΝ ΠΟΘΕΝ ΗΣΑΝ ΚΑΙ ΠΟΥ ΕΤΕΛΕΙΩΘΗΣΑΝ.
αʹ. Ὠσηὲ υἱὸς Βεηρὶ ἦν ἐκ Βελεμὼθ φυλῆς Ἰσάχαρ καὶ θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. Καὶ ἔδωκεν τέρας 56 ἥξειν τὸν κύριον ἐπὶ τῆς γῆς. Ἐάν φησιν ἡ δρῦς ἡ ἐν Σιλὼμ μερισθῇ εἰς ιβʹ ἀφ' ἑαυτῆς καὶ γένωνται δρύες ιβʹ.
βʹ. Ἀμὼς ἦν ἐκ Θεκουὲ καὶ ἀνῃρέθη ὑπὸ τοῦ υἱοῦ Ἀμασίου, πλήξας αὐτὸν ἐν ῥομφαίᾳ κατὰ τὸν κρόταφον. Καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ μεθ' ἡμέρας γʹ τελευτήσας ἐτάφη ἐκεῖ.
γʹ. Μιχαίας υἱὸς Ἱεραμῶς ὁ Μωραθίτης γέγονεν ἐκ φυλῆς Ἐφραΐμ, καὶ πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμτοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.
δʹ. Ἰωὴλ υἱὸς Βαθουὴλ ἦν ἐκ φυλῆς Ῥουβὶμ ἐξ ἀγροῦ Θεβορῶν καὶ θανὼν ἐν εἰρήνῃ ἐτάφη ἐκεῖ.
εʹ. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχέμ, ὁ καὶ τρίτος πεντηκόνταρχος οὗ ἐφείσατο Ἠλίας· καὶ κατέβη πρὸς Ὀχοζίαν. Μετὰ δὲ ταῦτα ἀπολείπων τὴν λειτουργίαν τοῦ βασιλέως προεφήτευσε· καὶ θανὼν ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.
ςʹ. Ἰωνᾶς υἱὸς Ἀμαθῆ ἦν ἐκ γῆς Καριαθαρὶμ πλησίον Ἀζώτου πόλεως κατὰ θάλασσαν· καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους καὶ ἀπελθὼν εἰς Νινευΐ, καὶ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησεν τὴν Σοὺρ χώραν τῶν ἀλλοφύλων. Ἔλεγεν γάρ, ὅτι· οὕτως ἀφελῶ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς πόλεως. Ἦν δὲ τότε ἐλέγχων Ἠλίας τὸν 57 Ἀχαὰβ καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν ἔφυγε. Καὶ ἐλθὼν εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτοῦ· οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων. Καὶ εὐλόγησεν αὐτὴν καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν πάλιν ἐκ νεκρῶν ὁ θεὸς διὰ τοῦ Ἠλία ἀνέστησεν. Ἠθέλησεν γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. Καὶ μετὰ τὸν λιμὸν ἐλθὼν ἐν τῇ γῇ Ἰούδᾳ ἐν Σαάρ, καὶ θανὼν ἐτάφη ἐκεῖ. Καὶ ἔδωκε τέρας ἐπὶ Ἱερουσαλὴμ λέγων· ὅτε ἴδωσιν λίθον βοῶντα οἰκτρῶς, ἐγγίζει τὸ τέλος· ὅτε δὲ ἴδωσιν ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, τότε ἡ πόλις ἐδαφισθήσεται.
ζʹ. Ναοὺμ υἱὸς Ἐλκεσαίου ἦν ἀπὸ Ἰεσβῆ φυλῆς Συμεών· καὶ μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῒ τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων καὶ πυρὸς ὑπογείου ἀπολεῖται. Ὅπερ καὶ γέγονεν· ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέλυσεν ἐν σεισμῷ, καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐξῆλθεν καὶ τὸ ὑψηλότερον αὐτῆς ἐνεπύρησεν μέρος. Καὶ θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.
ηʹ. Ἀμβακοὺμ ἦν ἐξ ἀγροῦ Βιδζουχάρ, φυλῆς Συμεών. Καὶ εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα· καὶ ὅτε ἦλθε Ναβουχοδονόσορ ἐν Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην, καὶ ἦν πάροικος ἐν γῇ Ἰσμαήλ. Ὡς δὲ ἐπέστρεψαν οἱ Χαλδαῖοι, καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ κατέβησαν εἰς Αἴγυπτον, ἦν οὗτος παροικῶν τὴν γῆν αὐτοῦ καὶ λειτουργῶν θερισταῖς τοῦ λαοῦ 58 αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα ἀπενέγκαι τοῖς ἐργάταις, προεφήτευσε τοῖς ἰδίοις εἰπών· πορεύομαι εἰς γῆν μακράν, καὶ ταχέως ἐλεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε τοῖς θερισταῖς τὸ ἄριστον αὐτῶν. Καὶ γενόμενος ἐν Βαβυλῶνι καὶ δοὺς τὸ ἄριστον τῷ ∆ανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι, καὶ οὐδενὶ εἶπεν τὸ γεγονός. Συνῆκε δὲ ἐκ τούτου, ὅτι τάχειον ἐπιστρέψει ὁ λαὸς ἐκ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν τῆς ἐπιστροφῆς θανὼν ἐτάφη ἐκεῖ ἐν ἀγρῷ. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς, καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ ναοῦ. Καὶ