1
Homilia in Christi resurrectionem
Τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου λόγος εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ ἀνάστασιν·
1 Νῦν τὸ πένθος τῶν νεκρῶν πεφυγάδευται καὶ τὸ φέγγος τῆς ἀναστάσεως
ἐλήλυθεν. Τοῦτο γάρ ἐστιν ἀγάπης ἀπόδειξις, ὅτι ὅνπερ ὤφειλεν θάνατον ὁ ἄνθρωπος, τοῦτον ἔλυσεν ὁ Χριστὸς ἀποθανών, δοὺς λύτρον ψυχὴν ἀντὶ ψυχῆς καὶ σῶμα ἀντὶ σώματος, ὅλον ἄνθρωπον ἀντὶ ἀνθρώπου, καὶ θάνατον ὑπὲρ θανάτου.
2 Τίς ποτε ἀπέθανεν δίκαιος ὢν ὑπὲρ ἀδίκου; Ποῖος πατὴρ ὑπὲρ τέκνου, ποῖος υἱὸς ὑπὲρ πατρὸς ἀπέθανεν; Ὃ ἐποίησεν κύριος ὑπὲρ ἡμῶν, οὐ μόνον ἡμᾶς πλάσας διὰ χειρὸς ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ ἀναγεννήσας ἡμᾶς διὰ πνεύματος ἐν τῷ αὐτοῦ πάθει.
3 Καὶ ὁ ἀσεβὴς λαὸς τῶν Ἰουδαίων ἀπέκτειναν τὸν ἑαυτῶν εὐεργέτην, ἀποδόντες αὐτῷ "πονηρὰ ἀντὶ ἀγαθῶν" καὶ θλῖψιν ἀντὶ χαρᾶς καὶ θάνατον ἀντὶ ζωῆς· τὸν γὰρ ἐγείροντα τοὺς νεκροὺς αὐτῶν καὶ θεραπεύοντα τοὺς χωλοὺς καὶ φωταγωγοῦντα τοὺς τυφλούς, τοῦτον ἀπέκτεισαν κρεμάσαντες ἐπὶ ξύλου.
4 Ἴδετε οἱ ἄνθρωποι, ἴδετε πᾶσαι αἱ πατριαὶ τὰ καινὰ τολμήματα· ἐκρέμασαν τὸν κρεμάσαντα τὴν γῆν, καὶ προσέπηξαν ξύλῳ τὸν πήξαντα τὸν κόσμον, καὶ ἐμέτρησαν τὸν μετρήσαντα τοὺς οὐρανούς, καὶ ἔδησαν τὸν λύσαντα τοὺς ἁμαρτωλούς, καὶ ἐπότισαν ὄξος τὸν ποτίσαντα δικαιοσύνην, καὶ ἐψώμισαν χολὴν τὸν ψωμίσαντα ζωήν, καὶ ἠφάνισαν χεῖρας καὶ πόδας τοῦ θεραπεύσαντος αὐτῶν χεῖρας καὶ πόδας, καὶ ἠνέγκασαν καμμύσαι τὸν ποιήσαντα αὐτοὺς ἀναβλέψαι, καὶ ἔθαψαν τὸν ἐγείραντα τοὺς νεκροὺς αὐτῶν.
5 Ὢ μυστηρίου καινοῦ καὶ θαύματος παραδόξου· ἐκρίθη ὁ κριτής, καὶ ἐδήθη ὁ λύων τοὺς πεπεδημένους, καὶ προσεπάγη ὁ πήξας τὴν γῆν, καὶ ἐκρεμάσθη ὁ κρεμάσας τὸν κόσμον, καὶ ἐμετρήθη ὁ μετρήσας τοὺς οὐρανούς, καὶ ἐψωμίσθη χολὴν ὁ ψωμίσας ζωήν, καὶ ἀπέθανεν ὁ ζωογονῶν τὰ πάντα, καὶ ἐτάφη ὁ ἀνιστῶν τοὺς νεκρούς. 6 Τοῦ γὰρ κυρίου κρεμαμένου ἐπὶ τοῦ ξύλου, ἐρράγησαν οἱ τάφοι, καὶ ὁ ᾅδης ἠνεώχθη, καὶ ἀνέστησαν νεκροί, καὶ ἐξήλλοντο ψυχαί, καὶ ἐνεφανίσθησαν πολλοὶ τῶν ἀνισταμένων ἐν Ἰσραήλ, ὅτε ἐπετελεῖτο τὸ τοῦ Χριστοῦ μυστήριον· ἐπὶ γὰρ τοῦ σταυροῦ ὕψωσεν τὴν σάρκα, ἵνα φανῇ ἡ σὰρξ ὑψουμένη καὶ θάνατος πεπτωκὼς ὑπὸ τοὺς πόδας τῆς σαρκός.
7 Τότε οἱ ἄγγελοι ἐξενίσθησαν καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐξεπλάγησαν ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ, ἐξεπλάγη ἡ κτίσις ξενιζομένη καὶ λέγουσα· Τί ἄρα εἴη τοῦτο τὸ καινὸν μυστήριον; Ὁ κριτὴς κρίνεται καὶ σιωπᾷ, ὁ ἀόρατος ὁρᾶται καὶ οὐκ ἐπαισχύνεται, ὁ ἀκράτητος κρατεῖται καὶ οὐκ ἀγανακτεῖ, ὁ ἀμέτρητος μετρεῖται καὶ οὐκ ἀντιτάσσεται, ὁ ἀπαθὴς πάσχει καὶ οὐκ ἀνταποδίδωσιν, ὁ ἀθάνατος θνῄσκει καὶ καρτερεῖ, ὁ ἐν οὐρανοῖς θάπτεται καὶ ὑπομένει· τί τοῦτο τὸ καινὸν μυστήριον ἢ πάντως διὰ τὸν ἄνθρωπον;
8 Ἀλλ' ὁ βουλήσει παθὼν κύριος ἀνέστη ἐκ τῶν νεκρῶν, καταπατήσας τὸν θάνατον, καὶ δήσας "τὸν ἰσχυρόν", καὶ λύσας τὸν ἄνθρωπον· ὁ δὲ θάνατος ἀλλοιωθεὶς ἔπεσεν ὑπὸ τοὺς πόδας τοῦ Χριστοῦ, καὶ ἐσύρθη αἰχμάλωτος θριαμβευόμενος ὁ ᾅδης, καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ ἀνεστράφησαν ἀκούσασαι τῆς φωνῆς τοῦ Χριστοῦ, καθὼς ἡ γραφή φησιν· "Εἶδος μὲν αὐτοῦ οὐκ εἴδομεν, φωνῆς δὲ αὐτοῦ ἠκούσαμεν". Οὐκ εἶδεν γὰρ ὁ ᾅδης τὸ πρόσωπον τοῦ κυρίου, ἀλλὰ φωνῆς αὐτοῦ ἤκουσεν λέγοντος· Ἐξέλθατε ψυχαὶ πεπεδημέναι καὶ καθήμεναι ἐν σκιᾷ θανάτου· ζωὴν ὑμῖν εὐαγγελίζομαι· ἐγώ εἰμι ὁ Χριστὸς ἡ ζωὴ ὑμῶν.