1

 2

1

Homilia in festo palmarum

̓Εκ λόγου ποιοῦ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου, περὶ Βαΐων.

Ὁ ὑπ' ἀγγέλων ἀσιγήτως ἀνυμνούμενος, καὶ δοξολογούμενος, κάτω ὡς

ἄνθρωπος γονυπετεῖ τῷ Πατρὶ καὶ εὔχεται· καὶ ἄνω αὐτὸς ὑπὸ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως εὐχὰς καὶ γονυκλισίας προσδέχεται. Κάτω πεινᾷ ὡς ἄνθρωπος, ἄνωθεν δὲ ὁ αὐτὸς ἐλθὼν ἄρτος οὐράνιος διψᾷ οἰκονομικῶς· ἀλλ' αὐτός ἐστιν ἡ πηγὴ τῆς ζωῆς θεοπρεπῶς. Κάτω κοπιᾷ κατὰ τὴν πρόσληψιν· ἀλλ' αὐτός ἐστιν ἡ τῶν κοπιώντων καὶ πεφορτισμένων ἀνάπαυσις.

Αὐτὸς οὗτός ἐστιν ὁ σήμερον ἐπὶ τὸν θάνατον ἑκουσίως ἐρχόμενος, ἵνα τοῦ ἰδίου θανάτου καταργήσει τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀθανασίαν χαριζόμενος τοῖς ὑπ' αὐτοῦ θνήξασι, δι' ἀθανασίας ἐλπίδα δελεασθεῖσιν. ∆ιὰ τοῦτο παρεγένετο, οὐ σκῆπτρα καὶ σάλπιγγας ἐπ 43.504 αγόμενος, ἀλλὰ πτωχείαν ἐσχάτην ἐνδεικνύμενος· οὐ ξίφη καὶ ὅπλα καὶ δόρατα, ἀλλὰ ταπείνωσιν ἄκραν φερόμενος· οὐχ ὁπλοφόρους, οὐκ ἀσπίδας χρυσοκολλήτους καὶ θυρεοὺς καὶ κράνος καὶ θώρακα, ἀλλὰ πραότητα ἄκραν, καὶ ἀκακίαν ἄμετρον, καὶ μετριότητα τὴν ὑπὲρ μέτρον, ὁ Κύριος Χριστὸς, ὁ Θεὸς ἐν Σιών. Καὶ ἐσείσθη, φησὶ, πᾶσα ἡ πόλις λέγουσα, Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστι Χριστὸς ὁ υἱὸς ∆αβίδ. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ὁ ὄντως ναὸς καὶ Θεὸς ὁ ἱερώτερος καὶ τοῦ ἱεροῦ, ἐξήνεγκε καὶ τοὺς μιαροὺς ἱερεῖς τοὺς παρανόμους καὶ κακοτρόπους. Οἱ δὲ παῖδες ἱεροπρεπῶς ἢ θεοπρεπῶς ἐν τῷ ἱερῷ τοῦ Θεοῦ ἑστῶτες, Ὡσαννὰ τῷ Θεῷ τοῦ ἱεροῦ Χριστῷ τῷ Ἰησοῦ ἀνέκραζον· Ὡσαννὰ τῷ υἱῷ ∆αβὶδ, δωρουμένῳ εἰρήνην ἐν οὐρανῷ, καὶ δόξαν ἐν ὑψίστοις. Μακάριαι τῶν Ἐκκλησιῶν αἱ προσδοκίαι!

Μακάριαι τῶν Χριστιανῶν αἱ ἐλπίδες! Τῷ εἰρηνάρχῳ πιστεύοντες, ἢ τὴν εἰρήνην πλουτήσαντες ἄνθρωποι ἀγγέλων συμπολῖται γεγόνασι· τὰ ἄνω καὶ κάτω ἀναμὶξ Χριστὸς πεποίηκε· τοῖς ἀσωμάτοις τοὺς χοϊκοὺς ἥνωσε. Χαίρετε ἐν Χριστῷ· πάλιν ἐρῶ, Χαίρετε. Χαῖρε σφόδρα, θύγατερ Σιὼν, ἡ νέα Ἱερουσαλὴμ, ἡ τοῦ Θεοῦ Ἐκκλησία· σκόπησον τὰ τῆς ἑορτῆς σου μυστικώτερα· δράμε τῶν ὁρωμένων ὑψηλότερον, ἵνα γνῷς ἀναγωγικῶς καὶ τὰ αἰσθητῶς τελούμενα. Τίνος χάριν ὁ πάντη πεζοπόρος Ἰησοῦς νῦν καὶ μόνον ἐπὶ ζώου ἐκάθισεν, αὐτὸς ὑψούμενος, καὶ τὴν ἐν σταυρῷ ὕψωσιν ἑαυτῷ αἰνιττόμενος; Τίς ἡ κατέναντι κώμη; Πάντως ἡ ἀντίθετος καὶ ἐναντία τῷ κόσμῳ γνώμη, ἣν ἐκτήσατο ὁ κατέναντι τοῦ παραδείσου ἐξοικισθεὶς ἄνθρωπος, πρὸς ὃν ἀπέστειλεν ὁ Χριστὸς δύο τῶν μαθητῶν, οἷον ∆ιαθήκην αὐτοῦ Παλαιὰν καὶ Νέαν, τὰς δύο ∆ιαθήκας. Τίς ἡ ὄνος; Ἡ παλαιὰ πάντως καὶ μοιχαλὶς Συναγωγὴ, ἡ εἰς τὰ βάρη τὸν βίον βεβαρημένη, ἐφ' ᾗ Χριστὸς μέχρι που κεκάθικε. Τίς ὁ πῶλος; Ἐγὼ ὁ νέος καὶ ἀγύμναστος τῶν ἐθνῶν λαὸς, ἐφ' ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν· οὐ νόμος, οὐ φόβος, οὐκ ἄγγελος, οὐ προφήτης, οὐ Μωσῆς, οὐ Γραφή· ἀλλ' αὐτὸς ὁ Θεὸς Λόγος ὁ ἡμῖν τοῖς ἀλόγοις συμφατνιάσας ἐν Βηθλεὲμ, ὅπως τῆς ἡμετέρας ἀλογίας ἐλευθερώσῃ, θεολόγους ὕστερον καταστήσας. Τίς δὲ ἡ λύσις τοῦ πώλου; Πάντως ἡ ἀπὸ τῆς εἰδωλολατρείας ἐλευθερία, καὶ ἡ τῶν εἰδωλικῶν αἱμάτων κατάλυσις, ἣν ἐσήμανε καὶ ἡ τῆς αἱμοῤῥοούσης γυναικὸς ψαῦσις. Τίνες οἱ ἐπὶ τῇ λύσει τοῦ πώλου γογγύσαντες, λέγοντες· Τί λύετε τὸν πῶλον δεδεμένον; Οἱ Ἰουδαῖοι οἱ καὶ δαίμονες. Τίς ἡ τῶν ἱματίων τῶν παίδων ὑπόστρωσις; τί τοῦ παλαιοῦ ἀνθρώπου ἔκδυσις; Ἡ τῆς Συναγωγῆς ἄσχημος γύμνωσις ὁμοῦ καὶ ἐρήμωσις. Τίνα τὰ θεολογοῦντα νήπια; Σύμβολα πάντως τοῦ πιστοῦ λαοῦ τῆς Ἐκκλησίας Χριστοῦ ἔγγονα. Τίνες αἱ τούτων μητέρες; Αἱ τοῦ βαπτίσματος κολυμβῆθραι αἱ τοὺς πιστοὺς