1
Panarion † Adversus haereses
1.153 Ἐπιστολὴ γραφεῖσα ἐν τῷ ἐνενηκοστῷ δευτέρῳ ἔτει ∆ιοκλητιανοῦ βασιλείας, Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἔτους δωδεκάτου καὶ Γρατιανοῦ ἔτους ὀγδόου, πρὸς Ἐπιφάνιον Παλαιστινὸν Ἐλευθεροπολίτην, γενόμενόν ποτε πατέρα μοναστηρίου ἐν τῇ τῆς αὐτῆς Ἐλευθεροπόλεως περιοικίᾳ,
ἐπίσκοπον ὄντα νῦν πόλεως Κωνσταντίας ἐπαρχίας Κύπρου, παρὰ Ἀκακίου καὶ Παύλου, πρεσβυτέρων ἀρχιμανδριτῶν τουτέστιν πατέρων
μοναστηρίων μερῶν Χαλκίδος καὶ Βεροίας τῆς κοίλης Συρίας, αἰτησάντων αὐτὸν περὶ τοῦ κατὰ αἱρέσεων πασῶν γράψαι, οὐ μὴν ἀλλὰ καὶ ἄλλων πολλῶν προτρεψαμένων καὶ ὡς εἰπεῖν ἀναγκασάντων αὐτὸν εἰς τοῦτο
ἥκειν. Τῷ κυρίῳ ἡμῶν καὶ τιμιωτάτῳ κατὰ πάντα, εὐλαβεστάτῳ πατρὶ Ἐπιφανίῳ ἐπισκόπῳ Ἀκάκιος πρεσβύτερος καὶ Παῦλος πρεσβύτερος, ἀρχιμανδρῖται, ἐν κυρίῳ χαίρειν. Ἤρκει μὲν ἡ θέα τῆς σῆς θεοσεβείας, πάτερ, ἐμπλήσασα πνευματικῶν ῥημάτων καὶ ἐμφυτεύσασα τὸν τοσοῦτον πρὸς ἡμᾶς πόθον γεγονότα τοῖς τῆς σῆς αὐτοψίας μεταλαβοῦσιν. ἀλλ' ἐπειδὴ πρόδρομος φήμη μαθητοῦ τοῦ σωτῆρος κηρύττουσα τὴν τῆς εὐωδίας τῶν ῥημάτων καὶ πράξεων ὀσμὴν ἄγχει καὶ λέξεων καὶ νοῦ κορεσθῆναι, ἔδει μὲν αὐτοψίᾳ ἐλθόντας μεταλαβεῖν τῆς ἐκ θεοῦ σοι δοθείσης χάριτος ὡς τοῖς ἀποστόλοις. 1.154 ἀλλ' ἐπειδὴ ἡ ὁδὸς ἐπεσχέθη ὑπὸ τῆς ἀρρωστίας τῆς σωματικῆς καὶ τῆς ταλαιπωρίας, οὐκ ἰσχύσαμεν αὐτοὶ γενόμενοι πρὸς τοὺς σοὺς πόδας προκυλινδούμενοι ἀκοῦσαί τε καὶ μαθεῖν τὰ ἐκπορευόμενα πνευματικὰ ἅγια ῥήματα ἐκ τοῦ σοῦ στόματος. πιστεύομεν γὰρ ὅτι εἰ ἦμεν ἄξιοι ἀνελθόντες τε καὶ ἀκούσαντες ἐστηριζόμεθα τὴν πολιτείαν ἣν προβεβλήμεθα, εἰ ἐσμὲν ἄξιοι τὸ τέρμα ταύτης καταλαβεῖν. τῆς οὖν ἀρρωστίας καταλαβούσης δεόμεθα τῆς τοσαύτης σου θεοσεβείας, μὴ φθονήσῃς μεταδοῦναι ἡμῖν ἀπὸ τῶν δεδωρημένων σοι ἀληθῶς ὑπὸ τοῦ σωτῆρος. ὁμολογοῦμεν γὰρ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἱ ἀκούοντες, ὅτι ἐν ταύτῃ τῇ γενεᾷ νέον σε ἀπόστολον ἤγειρεν ἡμῖν καὶ κήρυκα ὁ σωτήρ, Ἰωάννην νέον, τοῦ κηρύσσειν τὰ ὀφειλόμενα φυλάττεσθαι ὑπὸ τῶν τὸν δρόμον τοῦτον προβαλλομένων. τοῦ οὖν κοινοῦ ἀδελφοῦ Μαρκέλλου ἐπὶ τῇ τοσαύτῃ φήμῃ ἀγχομένου καὶ ἑλκομένου τῇ ποθήσει τῆς σῆς θεοσεβείας, ὄντος τε καὶ τῆς ἡμετέρας μάνδρας, αὐτόν τε ὑπηρέτην ἐσχηκότες τῆς τοσαύτης ὁδοῦ, καὶ νεοκατηχήτου ὄντος, ἐπετρέψαμεν αὐτῷ τὴν τοσαύτην ἡμῶν τόλμαν τῶν ἁμαρτωλῶν πρὸς τὸν μαθητήν σε τοῦ σωτῆρος. ὃ δὲ ἀξιοῦμεν, τῶν ῥηθέντων σοι πρός τινας ἀδελφοὺς εἰς παιδείαν δωρήσασθαι, ὅπερ σοὶ μὲν τῷ δικαίῳ ἀβαρές, ἡμῖν δὲ τοῖς ἁμαρτωλοῖς μεταλαβοῦσιν εὐφρανθῆναι ἐν κυρίῳ. ἐμπλησθέντες γάρ σου τῶν πνευματικῶν ῥημάτων ἐπικουφιζόμεθα τῶν ἀνομιῶν ἡμῶν. ἠκούσαμεν δὲ ἐπικληθέντα ὀνόματα ὑπὸ τῆς σῆς τιμιότητος ταῖς αἱρέσεσιν, ὧν ἑκάστης θρῃσκείας ἀξιοῦμεν τὴν σὴν θεοσέβειαν διαρρήδην ἡμῖν δηλῶσαι τὴν αἵρεσιν. οὐκ ἴση γὰρ ἁπάντων ἡ δωρεά. καὶ σὲ ἀξιοῦμεν εὐχὴν ποιήσασθαι, σὲ τὸν δίκαιον, τῷ κυρίῳ ὑπὲρ πάντων τῶν σε ποθούντων καὶ ἐκδεχομένων τὴν παρὰ σοῦ δωρεάν. ἐν νηστείᾳ καὶ εὐχῇ ἐσμεν τὸν κοινὸν ἡμῶν ἀδελφὸν δεχθέντα ὑπὸ τῆς σῆς τιμιότητος ἀσμένως καὶ κομίσαι