1

1

Commentarius in Psalmum [Sp.] (fragmenta) ̓Εκ τῆς ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ·

Ἀλλὰ μὴν ἡ τοῦ Ἰησοῦ ἑκατέρων πεῖραν ἔσχε. Γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ

τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφέστηκε. Λογικὴ ἄρα, καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοούσιος, ὥσπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγχάνει, ἐκ τῆς Μαρίας προελθοῦσα.

Εὐσταθίου Ἀντιοχείας ἐξ ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ·

Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός· οὐ γενομένους, ἀλλὰ γενόμενον· μοναδικὸν γὰρ τὸ πρόσωπον· οὐκ εἶπον μοναδικὴν τὴν φύσιν· ἄπαγε, μὴ γένοιτο· οὐδὲ τὴν αὐτὴν οὐσίαν σαρκὸς καὶ θεότητος, ἀλλ' εἶπον ἕνα Κύριον Ἰησοῦν Χριστὸν, δι' οὗ τὰ πάντα, ἐν τῷ διαφόρῳ τῶν φύσεων, γνωριζόμενον κατὰ πάντα.