1

1

Commentarius in evangelium secundum Joannem [Sp.] (fragmentum)

ΛΟΓΟΣ ΚΑΤΑ ΙΩΑΝΝΗΝ

82 Ὑποτάττει καὶ μᾶλλον κυροῖ ὑπὲρ τὸ ἑαυτοῦ ὁ Χριστὸς τὸ τοῦ Πατρὸς θέλημα, ἐν διαφόροις τόποις· οὐχ ὅτι θέλημα ἦν ἐν αὐτῷ δεόμενον καταλύσεως οὔτε θεϊκὸν οὔτε μὴν τὸ τῆς αὐτοῦ ἀνθρωπήσεως (καθάπερ ἂν γὰρ τὴν φύσιν καὶ τὰ τῆς φύσεως ἀπειργάσατο)· ἀλλὰ πρὸς Ἰουδαίους λαλῶν τοὺς νομίζοντας αὐτὸν ἀντίθεον τοῦ Πατρὸς εἶναι, οἰκονομικῶς ταῦτα ἔφασκε λέγων ὅτι· οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.