1

 2

 3

 4

 5

 6

1

Homilia christologica in Lazarum, Mariam et Martham [Sp.]

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας εἰς τὸ δεῖπνον Λαζάρου καὶ εἰς Μαρίαν καὶ Μάρθαν τὰς

ἀδελφὰς αὐτοῦ.

1 Ἀκούσωμεν ἀγαπητοί· καὶ εἰς δεῦρο εὐαγγελίζεται τὴν Ἐκκλησίαν τοῦ θεοῦ ἡ ἱερὰ τῶν εὐαγγελίων σάλπιγξ. Καὶ τί εἰς εὐφροσύνην τοῖς πιστοῖς προστίθησιν; Ταύτην γὰρ κορωνίδα τοῦ λόγου καὶ ὁδηγὸν ποιησώμεθα πρὸς τὰ ἑξῆς. Φησὶν Ἰωάννης, ὁ εὐαγγελιστὴς, ὁ τῆς βροντῆς υἱὸς, ὁ τὰ ἄρρητα μυστήρια ἐκ τοῦ παμφόρου τῆς σοφίας χωρίου τῆς καρδίας τοῦ Κυρίου ἀρυσάμενος· «Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον· καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος ἦν τῶν ἀνακειμένων αὐτῷ.»

2 Καλῶς ὁ τῆς ἀληθείας τρόφιμος τὸν πρὸ βραχέος εἱρκτῇ ᾅδου πεπεδημένον, ἐκπηδήσαντα καὶ τοὺς τοῦ θανάτου δεσμοὺς ταῖς τοῦ θανάτου τροπαῖς διαγελάσαντα, τῶν σπαργάνων ἀξένων ἀπολυθέντα, εἰς μέσον αὖθις παρήγαγεν καὶ πάντας τοὺς συνεσθίοντας παραδραμὼν, τοῦτον ἐξ ὀνόματος ἀπηρίθμησεν· σκοπὸς γὰρ τῷ εὐαγγελιστῇ, οὐκ ἐν προσώπων ἐνδόξων συνδιατρίβαις καὶ συνεστιάσεσι κατακαλλῦναι τὸν εὐαγγελιζόμενον δι' αὐτοῦ, οὐδὲ κεχαρισμένα διαγορεῦσαι, ἀλλ' ἐξ οἰκείων ἔργων πᾶσι γνωστὸν τὸν θαυματουργὸν καταστῆσαι θεόν.

3 Ἔργον δὲ ἄρα ἦν Χριστοῦ, καὶ ἔργων τὸ μέγιστον ἡ τοῦ ἐκλελυμένου καὶ εἰς φθορὰν κεχωνευμένου Λαζάρου ἔγερσις. ∆ιά τοι τοῦτο καὶ συνδειπνοῦντα τῷ Κυρίῳ δείκνυσι, καὶ ἀφαντασίαστον τὸ θαῦμα δημοσιεύει τῇ οἰκουμένῃ, καὶ εὐωχίαν ποιεῖται τὸ παράδοξον τὸ τῆς λαμπρᾶς ἐκείνης εὐωχίας, ἐν ᾗ ὡς πρώϊμον ξένιον Λάζαρος προύκειτο πνευματικὴ τροφὴ τοῖς δαιτυμόσι, τὸ τοῦ παραδόξου ἐκείνου δείπνου ἐν ᾧ ἡδονὴ γαστρὸς ἐπεσχέθη καὶ εὐωχήθησαν ψυχαὶ ἀνακειμένων, τὸ τῆς παραδόξου ἐκείνης χαρμονῆς ἐν ᾗ ὁ τῇ φθορᾷ τραπεζοποιηθεὶς, ἀνθρώπων ζώντων αὖθις ἐγένετο τράπεζα θαυμάτων ἀνάπλεως.

4 Ἔπρεπε γὰρ τῷ πάντα εὐπόρῳ καὶ ἐκ θελήματος ὡς ἐκ πηγῆς ἀενάου ἀναβλύζοντι τὰ ἀγαθὰ, ὑπὸ στέγην πτωχῶν εἰσεληλυθότι, προσθεῖναι τοῖς πενιχροῖς τὰ πλούσια, καθάπερ καὶ τοῖς ἐν Κανὰ Γαλιλαίας τὴν ἀγεώργητον οἰνοχοΐαν, καὶ τὸν ἀπόλυτον ἐκεῖνον εὐκαίρως εἰς μέσον ἀγαγεῖν καὶ ὡς παράδεισον πανδαισίας εὐωχοῦντά τε καὶ εὐωχούμενον διανοῖξαι τοῖς παισίν· ἐν ᾧ οὐκ ὀσμὴ φθορᾶς ἐφαίνετο· μετέλαβεν γὰρ διὰ τῆς θείας κλήσεως τῆς ἀφθάρτου εὐωδίας· οὐδ' αὖ λώβη μελῶν ἐδείκνυτο· δημιουργὸς γὰρ ἦν ὁ παροστάξει ἀναπλάσας ἀλλ' οὐδὲ μικρόν τι ἢ μέγα ὅπερ ἀλλοίωσιν τοῖς καταβιβαζομένοις διαχαρακτηρίζει, ἀλλ' ἦν ἀκέραιον τὸ ἄγαλμα πάντοθεν ἄρτιον καὶ εὐειδὲς ἄχρι τριχός.

5 Πρεπόντως τοιγαροῦν ἐκτρέφει ἐκείνην εὐφρασίαν, φημὶ δὲ ἔκ τε τῆς τῶν ὑποδεξαμένων παναρέτων ἀκραιφνοῦς ἀγαπῆς, ἔκ τε θαυμάτων τοῦ ἀνενδεῶς ὑποδειχθέντος θεοῦ. Ἤδει γὰρ ᾔδει σαφῶς ὅτι τοῦτο μάλιστα ἐφηδύνειν εἴωθεν τὸν θεῖον ὀφθαλμὸν εἰ τὸν εὐεργετούμενον σωτῆρα .., καθῶς ἀκηκόει παρ' αὐτοῦ ὅτι «ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με,» θέλημα δὲ Πατρὸς καὶ Υἱοῦ τῶν ἀνθρώπων ἡ σωτηρία. Σωτηρία μὲν τῶν ἀνθρώπων ὑπάρχει ἡ εἰς αὐτὸν τὸν ἀεὶ συνδοξαζόμενον τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ἐν ὑψίστοις πίστις, ὠς ἐν εὐαγγελίοις φησί· «τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον.»