1
In Joseph (fragmenta)
ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ
72 Ἀλλὰ γὰρ ἀνδρὶ μὲν ἐπράθης εὐνούχῳ, πολιτείᾳ δὲ προὔχων ἐτιμήθης, ἠράσθη σου τῆς εὐμορφίας ἡ τούτου γυνή. Θεῖος οὐ δήπου προέγραφεν νόμος φάσκων· οὐ μοιχεύσεις, πόθεν ὁρμώμενος ἐπίταγμα νόμου περιεποίεις ἄγραφον; Ἀλλὰ δεσπότην ἐδεδοίκεις, ὀνόματι καὶ τῷ δοκεῖν ἄνδρα γυναικὸς ἐπιγραφόμενον ἀσῴτου (πῶς γὰρ οἷόν τε ἦν ἀνθρώπῳ σπάδοντι γυναῖκα νομίμου γάμου συζυγίᾳ λαβεῖν; ἀλλὰ συνοικοῦσα δῆλον καὶ τῆς οἰκίας αὐτοῦ προστάτις οὖσα τοὔνομα μόνον τῆς κηδεμονίας ἐδόκει φρουρεῖν).
Ἄρ' οὖν ἐταμιεύου καθαρᾷ συνειδήσει τῷ κτησαμένῳ συνεῖναι, μηδὲ τὸ λεγόμενον ὀνόματι πρᾶγμα χρᾶναι βουληθείς, ἑαυτῷ δὲ φυσικὸν ἐκδικῆσαι νόμον, ἐπειράθης ὑπερβολῇ σωφροσύνης ἀσκούμενος. 73 Ῥουβὴν καὶ Ἰούδας ἄριστα συνεβουλευσάτην, ἄλλως μέντοι, πρὸς ἄνδρας γὰρ εἶχον ἀνημέρους. Οἱ γὰρ ἀμφὶ τὸν Συμεῶνα καὶ τὸν Λευῒ, οὐ μετρίως ἀπογευσάμενοι τῆς ἀνδροφονίας, ἐν συνηθείᾳ μὲν ἤδη ποτὲ τοῦ πράγματος ἐγεγόνεισαν, ἕρπειν δὲ περὶ τὰς τοιαύτας ὠρέγοντο κνίσας ἰχνευτικῶς, οὕτω δὲ τολμηροὶ καὶ προπετεῖς ἦσαν ἄνδρες ὥστε μόνοι τοὺς Σικιμίτας ἀπέσφαζον ἐθνηδόν.