1

1

Orationes contra Arianos (fragmenta)

ΟΙ ΛΟΓΟΙ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ

54 Ἀλλ' οἱ παράδοξοι τῆς Ἀρείου θυμέλης μεσόχοροι τὸ μὲν ἁμαρτίαν πεποιηκέναι τὸν Χριστὸν φράζουσι· 55 Τὸ δὲ ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, οὔτε ἐν μνήμῃ φέρουσιν οὔτε τοῖς τῆς γλώττης ὀργάνοις ἐκφωνοῦσιν. Ἀλλὰ ὥσπερ δεινοὶ συκοφάνται καὶ κατήγοροι ἀκρωτηριάσαντες τὸ χωρίον, τὸν ἀγῶνα τῆς κατηγορίας ποιοῦνται.

56 ∆εῖ δὲ φιλαλήθως τοὺς ἐννόμους ἀγωνιστὰς πάντα συμπεριλαβόντας ἀπαραλείπτως, ἀλλὰ μὴ πρὸς ἀπάτην μέρος μὲν ἀποσιωπᾶν, μέρος δὲ ἀποσπῶντας προφέρειν. 57 Εἰ γὰρ κτιστὸς οὐκ ἄρα γεννητός· εἰ δὲ γεννητὸς, οὐ κτιστός· ἐπεὶ μηδὲ οἷόν τε περὶ τὴν αὐτὴν φύσιν ἑκάτερον στρέφεσθαι τὸ γένος.

58 Πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἐπιδέχεται, πᾶν τὸ τέλος ἐπιδεχόμενον φθορᾶς ἐστιν δεκτικόν.