1

1

̓Εκ τοῦ πανεκκλησιαστοῦ῾φραγμεντἀ

Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας ἐκ τοῦ Πανεκκλησιαστοῦ·

Φανερὰν μὲν αἰσχύνης μοῖραν ὑπέστησαν ὁπηνίκα, τὰς μιαιφόνους ὁπλίσαντες χεῖρας, τὸ ἄχραντον αἷμα προύχεον. Αὐτίκα δὲ τὸ καταπέτασμα τοῦ ναοῦ διῃρέθη καὶ ἐτέμνετο διχόθεν διὰ τὰς τῶν πολυπροσώπων δραμάτων ὑποθέσεις. Ἐπτοήθησαν δὲ οἰκείως τοῖς δείμασιν ἐκπληττόμενοι καὶ παντοδαπῶν σκηπτῶν θεώμενοι συνδρομάς. Ἑάλωσαν δὲ σαφῶς ὁπότε τὸν θεῖον ἀποκτείναντες λόγον σταυρῷ προσήλωσαν.