1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

1

Expositio in Proverbia Salomonis

Σχόλια εἰς τὰς παροιμίας. ἀστερίσκος, ὀβελός. Ὅσοις οἱ ὀβελοὶ πρόσκεινται ῥητοῖς, οὗτοι οὐκ ἔκειντο οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὔτε ἐν τῷ ἑβραϊκῷ, ἀλλὰ παρὰ μόνοις τοῖς ο· καὶ ὅσοις οἱ ἀστερίσκοι πρόσκεινται ῥητοῖς, οὗτοι ἐν μὲν τῷ ἑβραϊκῷ καὶ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐφέροντο, ἐν δὲ τοῖς ο οὐκέτι· τὰ δὲ ἠστερισμένα ἐν ταὐτῷ καὶ ὠβελισμένα ῥητὰ φέρονται μὲν παρὰ τοῖς ο, φέρονται δὲ καὶ ἐν τῷ ἑβραϊκῷ καὶ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, τὴν θέσιν δὲ μόνην παραλλάσσουσιν οἱ λοιποὶ καὶ τὸ ἑβραϊκὸν παρὰ τοὺς ο· ὅθεν ὠβέλισται ἐν ταὐτῷ καὶ ἠστέρισται, ὡς παρὰ πᾶσι μὲν φερόμενα, οὐκ ἐν τοῖς αὐτοῖς δὲ τόποις. Τὸ μὲν οὖν βιβλίον ἔχει κατὰ τὴν θέσιν καὶ ἀκολουθίαν τῶν ο, σεσημείωται δὲ καὶ ἡ ἀκολουθία τῶν λοιπῶν, ὡς κεῖνται παρ' αὐτοῖς τὰ ῥητά· καὶ ὅπου μὲν ἐν ὀλίγοις ῥητοῖς ἐγένετο αὐτοῖς ἡ ἐναλλαγή, δήλη ἐστὶν αὐτόθεν ἐκ τῶν παρακειμένων σημείων· ὅπου δὲ ἐν πλείοσιν, ἥτις καὶ ἐσχάτη ἐστίν, ταύτην ἔχει παρὰ τοῖς λοιποῖς τὴν ἀκολουθίαν· μετὰ τὸ Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται, συνάπτουσι Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν, ἕως Καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς· εἶτα Αὗται αἱ παιδεῖαι σολομῶντος, ἕως Βδέλυγμα (cod. βδέλλ.) δὲ ἀνόμῳ κατευθύνουσα ὁδός· εἶτα Λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, ἕως Καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων· εἶτα Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἕως ∆ιάκρινε δὲ πένητα καὶ ἀσθενῆ· εἶτα Γυναῖκα ἀνδρείαν (cod. εῖαν) τίς εὑρήσει. ταῦτα δὲ παρεθήκαμεν ἵνα μὴ ἐμπίπτοντος τοιούτου ἀντιγράφου δόξῃ τὸ βιβλίον ἐσφάλθαι. οἱ λοιποὶ Τὰς δὲ τιμωρίας· εἶτα Ταῦτα λέγω, ἕως Καὶ ἡ ἔνδειά σου· εἶτα Αὗται αἱ παιδεῖαι, ἕως Βδέλυγμα (cdd. rursus βδέλλ.) δὲ ἀνόμῳ· εἶτα Λόγον φυλασσόμενος, ἕως Καὶ τοὺς πένητας· εἶτα Τῇ βδέλλῃ τρεῖς, ἕως ∆ιάκρινε δέ· εἶτα Γυναῖκα ἀνδρείαν. Εὐαγρίου σχόλιον. Εἰσὶν ὅσα προτεταγμένον ἔχουσι τὸν ἀριθμὸν ὧδε, ὅσα ὠριγένην ἐπιγεγραμμένον ἔχει τούτῳ τῷ μονοσυλλάβῳ ω6ρ6· εἰσὶ δὲ μάλιστα ἐν τῷ ἰώβ· ὅσα δὲ περὶ διαφωνίας ῥητῶν τινῶν τῶν ἐν τῷ ἐδαφίῳ ἢ ἐκδόσεών ἐστιν σχόλια, ἅπερ καὶ κάτω νενευκυῖαν περιεστιγμένην ὄχει προτεταγμένην, τῶν ἀντιβεβληκότων τὸ βιβλίον ἐστίν· ὅσα δὲ ἀμφιβόλως ἔξω κείμενα ῥητὰ ἔξω νενευκυῖαν περιεστιγμένην ἔχει προτεταγμένην, διὰ τὰ σχόλια προσετέθησαν κατ' αὐτὰ τοῦ μεγάλου εἰρηκότος διδασκάλου, ἵνα μὴ δόξῃ κατὰ κενοῦ τὸ σχόλιον φέρεσθαι, ἐν πολλοῖς μὲν τῶν ἀντιγράφων τῶν ῥητῶν οὕτως ἐχόντων, ἐν τούτῳ δὲ μὴ οὕτως κειμένων ἢ μηδ' ὅλως φερομένων καὶ διὰ τοῦτο προστεθέντων. 77 α Παροιμία. παροιμία ἐστὶν λόγος δι' αἰσθητῶν πραγμάτων σημαίνων πράγματα νοητά. β Βασιλεία Ἰσραήλ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ τοῦ θεοῦ καὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους, ἢ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. τούτου χάριν φησίν· Ἐβασίλευσεν ἐν Ἰσραὴλ τοῦ γνῶναι παιδείαν καὶ σοφίαν. καὶ σοφία μέν ἐστιν γνῶσις σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν τούτοις θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία δέ ἐστιν μετριοπάθεια παθῶν, περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη. δ Τὸ κρίμα κατευθύνειν, ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον δηλοῖ. τρία δὲ κριτήρια ἐν ἡμῖν, αἴσθησις, λόγος, νοῦς· καὶ αἴσθησις μὲν τῶν αἰσθητῶν· λόγος δὲ ὀνομάτων καὶ ῥημάτων καὶ τῶν λεγομένων· νοῦς δὲ τῶν νοητῶν. α Ὥσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά· διόπερ καὶ αἰσθήσεως αὐτὰς λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει. β Οἱ κτώμενοι κακίαν ἐξουθενήσουσιν σοφίαν καὶ παιδείαν·