1

 2

 3

 4

 5

 6

1

Sententiae ad monachos

Πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχούς.

1 Κληρονόμοι θεοῦ ἀκούσατε λόγων θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ δέξασθε ῥήσεις Χριστοῦ, ἵνα δῶτε αὐτὰς καρδίαις τέκνων ὑμῶν, λόγους δὲ σοφῶν διδάξητε αὐτούς.

2 Πατὴρ ἀγαθὸς παιδεύει υἱοὺς αὐτοῦ, πατὴρ δὲ πονηρὸς ἀπολέσει αὐτούς. 3 Πίστις ἀρχὴ ἀγάπης, τέλος δὲ ἀγάπης γνῶσις θεοῦ. 4 Φόβος κυρίου διατηρήσει ψυχήν, ἐγκράτεια δὲ ἀγαθὴ ἐνισχύσει αὐτήν. 5 Ὑπομονὴ ἀνδρὸς τίκτει ἐλπίδα, ἐλπὶς δὲ ἀγαθὴ δοξάσει αὐτόν. 6 Ὁ δουλαγωγῶν σάρκας αὐτοῦ ἀπαθὴς ἔσται, ὁ δὲ ἐκτρέφων αὐτὰς

ὀδυνηθήσεται ἐπ' αὐταῖς. 7 Πνεῦμα πορνείας ἐν σώμασιν ἀκρατῶν, πνεῦμα δὲ σωφροσύνης ἐν ψυχαῖς

ἐγκρατῶν. 8 Ἀναχώρησις ἐν ἀγάπῃ καθαίρει καρδίαν, ἀναχώρησις δὲ μετὰ μίσους

ἐκταράσσει αὐτήν. 9 Κρείσσων χιλιοστὸς ἐν ἀγάπῃ ἢ μόνος μετὰ μίσους ἐν ἀδύτοις σπηλαίοις. 10 Ὁ ἐναποδεσμεύων μνησικακίαν ἐν ψυχῇ αὐτοῦ ὅμοιός ἐστι τῷ κρύπτοντι

πῦρ ἐν ἀχύροις. 11 Μὴ δῷς βρώματα πολλὰ τῷ σώματί σου, καὶ οὐ μὴ ἴδῃς καθ' ὕπνους

φαντασίας κακάς. ὃν τρόπον γὰρ φλὸξ καταναλίσκει δρυμόν, οὕτω φαντασίας αἰσχρὰς σβέννυσι πεῖνα.

12 Ἀνὴρ θυμώδης πτοηθήσεται, ὁ δὲ πραῢς ἄφοβος ἔσται. 3 Ἄνεμος σφοδρὸς ἀποδιώκει νέφη, μνησικακία δὲ τὸν νοῦν ἀπὸ γνώσεως. 14 Ὁ προσευχόμενος ὑπὲρ ἐχθρῶν ἀμνησίκακος ἔσται, φειδόμενος δὲ

γλώσσης οὐ λυπήσει τὸν πλησίον αὐτοῦ. 15 Ἐὰν παροξύνῃ σε ὁ ἀδελφός σου, εἰσάγαγε αὐτὸν εἰς τὸν οἶκόν σου, καὶ

πρὸς αὐτὸν μὴ ὀκνήσῃς εἰσελθεῖν, ἀλλὰ φάγε τὸν ψωμόν σου μετ' αὐτοῦ. τοῦτο γὰρ ποιῶν ῥύσῃ σὴν ψυχὴν καὶ οὐκ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς.

16 Ὥσπερ ἡ ἀγάπη χαίρει πενίᾳ, οὕτω τὸ μῖσος τέρπεται πλούτῳ. 17 Οὐκ ἐπιτεύξεται πλούσιος γνώσεως καὶ κάμηλος οὐκ εἰσελεύσεται εἰς

ὀπὴν ῥαφίδος, ἀλλ' οὐδὲν τούτων ἀδυνατήσει παρὰ κυρίῳ 18 Ὁ φιλῶν ἀργύριον οὐκ ὄψεται γνῶσιν, καὶ ὁ συνάγων αὐτὸ

σκοτισθήσεται. 19 Ἐν σκηναῖς ταπεινῶν αὐλισθήσεται κύριος, ἐν οἴκοις δὲ ὑπερηφάνων

πληθυνθήσονται ἀραί. 20 Ἀτιμάζει θεὸν ὁ παραβαίνων νόμον αὐτοῦ, ὁ δὲ φυλάσσων αὐτὸν δοξάζει

τὸν ποιήσαντα αὐτόν. 21 Ἐὰν ζηλώσῃς Χριστόν, γενήσῃ μακαριστός, τὸν δὲ θάνατον αὐτοῦ

ἀποθανεῖται ἡ ψυχή σου, καὶ οὐ μὴ ἐπισπάσηται ἀπὸ σαρκὸς αὐτῆς κακίαν, ἀλλ' ἔσται ἡ ἔξοδός σου ὡς ἔξοδος ἀστέρος, καὶ ἡ ἀνάστασίς σου ὥσπερ ὁ ἥλιος ἐκλάμψει.

22 Οὐαὶ ἀνόμῳ ἐν ἡμέρᾳ θανάτου, καὶ ἄδικος ὀλεῖται ἐν καιρῷ πονηρῷ. ὃν τρόπον γὰρ ἀφίπταται κόραξ ἐκ τῆς αὐτοῦ νοσσιᾶς, οὕτως ἀκάθαρτος ψυχὴ ἐκ τοῦ ἰδίου σώματος.

23 Ψυχὰς δικαίων ὁδηγοῦσιν ἄγγελοι, ψυχὰς δὲ πονηρῶν παραλήψονται δαίμονες.