1

 2

1

Ad eos qui ipsum acciverant nec occurrerant

ΛΟΓΟΣ Γʹ.

Πρὸς τοὺς καλέσαντας, καὶ μὴ ἀπαντήσαντας.

35.517 Αʹ. Πῶς βραδεῖς ἐπὶ τὸν ἡμέτερον λόγον, ὦ φίλοι καὶ ἀδελφοὶ, καίτοι γε

ταχεῖς εἰς τὸ τυραννῆσαι, καὶ τῆς ἡμετέρας ἀκροπόλεως ἀποσπᾶσαι τῆς ἐρημίας, ἣν ἐγὼ πάντων μάλιστα ἠσπασάμην, καὶ ὡς συνεργὸν καὶ μητέρα τῆς θείας ἀναβάσεως, καὶ θεοποιὸν, δια φερόντως ἠγάσθην τε καὶ παντὸς τοῦ βίου προεστη σάμην; Πῶς ὃ λαβεῖν ἐποθεῖτε περιφρονεῖτε λαβόν τες, καὶ βελτίους ἐφάνητε ποθεῖν ἀπόντας, ἢ ἀπολαύ ειν παρόντων, ὥσπερ κρατῆσαι μᾶλλον τῆς ἡμε τέρας φιλοσοφίας ἢ ὄνασθαι ταύτης θελήσαντες; Ἢ καλόν μοι καὶ τοῦτο εἰπεῖν· ἐγενήθημεν ὑμῖν εἰς πλησμονὴν, πρὶν γευσθῆναι, καὶ πεῖραν δοῦναι· τὸ παραδοξότατον. 35.520

Βʹ. Καὶ οὐδὲ ὡς ξένους ἡμᾶς συνηγάγητε, ἢ συνήχθητε μεθ' ἡμῶν, ἵν' εἴπω τι συμπαθέστερον, ταύ την, εἰ μή τι ἄλλο, τὴν ἐντολὴν αἰδεσθέντες· οὐδὲ ὡς ἀρχομένους ἐχειραγωγήσατε, οὐδὲ ὡς δειλοὺς ἐθαρσύνατε, οὐδὲ ὡς βιασθέντας παρεκαλέσατε· ἀλλ' ἀνέορτον ἡμῖν, ὀκνῶ μὲν εἰπεῖν, εἰρήσθω δὲ ὅμως, πεποιήκατε τὴν ἑορτὴν, καὶ προοιμίοις οὐκ ἀγαθοῖς ἡμᾶς ἐδεξιώσασθε· καὶ τῇ πανηγύρει κατή φειαν κατεμίξατε, τὸ μέγιστον εἰς ἡδονὴν οὐκ ἐχούσῃ τοὺς ἐμοὺς νικητὰς ὑμᾶς, οὐ γὰρ ἐραστὰς εἰπεῖν ἀλη θές. Οὕτως εὐκαταφρόνητον ἅπαν τὸ ῥᾳδίως νικώμενον· καὶ θεραπεύεται μὲν τὸ ὑψηλὸν, ἀτιμάζεται δὲ τὸ Θεῷ ταπεινούμενον.

Γʹ. Τί βούλεσθε; Κριθῶ πρὸς ὑμᾶς, ἢ κριτὴς γένωμαι; ἐνέγκω ψῆφον, ἢ δέξωμαι; Καὶ γὰρ νική σειν ἐλπίζω, κρινόμενος, καὶ καταψηφιεῖσθαι δικαίως ἀποφαινόμενος. Τὸ δὲ ἔγκλημα, ὅτι μὴ τοῖς ἴσοις μέ τροις ἀμείβεσθε τῆς ἀγάπης ἡμᾶς, μηδὲ τῆς εὐ πειθείας τὴν τιμὴν ἀντιδίδοτε, μηδὲ τὸ μέλλον ἐγγυᾶσθε τῇ νῦν προθυμίᾳ, μόγις καὶ μετὰ ταύτης πιστευθῆναι δυνάμενον· ἐπειδὴ θερμότερος ἅπας ἀρ χόμενος. Ἄλλος δὲ ἄλλο τι προτιμότερον τίθεσθε καὶ τοῦ παλαιοῦ καὶ τοῦ νέου ποιμένος, μήτε τὴν πολιὰν αἰδούμενοι, μήτε τὴν νεότητα προσκα λούμενοι.

∆ʹ. ∆εῖπνόν ἐστιν ἐν τοῖς Εὐαγγελίοις λαμπρὸν, καὶ δεξιὸς ἑστιάτωρ, καὶ φίλοι, καὶ τὸ συμπόσιον ἥδιστον· υἱοῦ γὰρ γάμος. Καὶ ὁ μὲν συγκαλεῖ, οἱ δὲ οὐ συνέρχονται· ὁ δὲ ἀγανακτεῖ· καὶ παρίημι τὰ ἐν μέσῳ διὰ τὸ δύσφημον· ἀλλ' ὃ μέτριον εἰπεῖν, δι' ἄλλων πληροῖ τὸ συμπόσιον. Τοῦτο μὲν οὖν ἀπευχόμεθα· ὑμεῖς δὲ τοσοῦτον ἐκείνων γεγόνατέ μοι (πῶς εἴπω πράως;) ὑψηλότεροι ἢ θρασύτε ροι, ὅσον οἱ μὲν κεκλημένοι τοῦ δείπνου κατεξανί στανται, καὶ κατὰ τοῦ κεκληκότος ὑβρίζουσιν· ὑμεῖς δὲ, οὐ τῶν ἔξωθεν ὄντες, οὐδὲ τῶν κεκλημένων ἐπὶ τοὺς γάμους, ἀλλ' αὐτοὶ συγκαλέσαντες ἡμᾶς, καὶ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ προσδήσαντες, καὶ τοῦ νυμφῶνος τὴν λαμπρότητα παραδείξαντες, ἔπειτα 35.521 καταλιπόντες ἡμᾶς τοῦτο γὰρ ὑμῶν τὸ γενναιότα τον· ὁ μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὸ ζεῦ γος τῶν βοῶν τὸ νεώνητον, ὁ δὲ ἐπὶ τὴν γυναῖκα τὴν νεόνυμφον, ὁ δὲ ἄλλος ἐπ' ἄλλο τι τῶν μικρῶν διεσπάρητε καὶ ἀπεπηδήσατε, μικρὰ τοῦ νυμφῶνος καὶ τοῦ νυμφίου φροντίσαντες.

Εʹ. ∆ιὰ τοῦτο ἀθυμίας ἐνεπλήσθην καὶ ἀπο ρίας· οὐ γὰρ ὃ πέπονθα, σιωπήσομαι· καὶ μικροῦ μὲν ἀνέσχον τὸν λόγον, ὃν δωροφορῆσαι διενοούμην τῷ γάμῳ, τὸ κάλλιστον ὧν εἶχον καὶ τιμιώτατον· μικροῦ δὲ ὑμῖν ἐπαφῆκα τοῖς ποθουμένοις, ἐπει δή γε ἅπαξ ἐξεβιάσθην· ἅτε δὴ λαμπρᾶς οὕτω λαβόμενος