1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

1

Carmina de se ipso

ΒΙΒΛΟΣ Βʹ. ΕΠΗ ΙΣΤΟΡΙΚΑ. ΤΟΜΗ Αʹ. ΠΕΡΙ ΕΑΥΤΟΥ.

Αʹ. Περὶ τῶν καθ' ἑαυτόν. Χριστὲ ἄναξ, ὃς ἁγναῖς ποτ' ἀειρομέναις παλάμῃσι Σταυροτύποις Μωσῆος ἐπ' οὔρεϊ σοῦ θεράποντος, Ἔκλινας Ἀμαλὴκ ὀλοὸν σθένος· ὅς τε ταθείσαις Χείρεσιν ἐν βόθρῳ ∆ανιὴλ ὕπο, δεινὰ λεόντων Χάσματα, καὶ φρικτὰς ὀνύχων ἐπέδησας ἀκωκάς· 970 Ὃν διὰ καὶ μεγάλου ἀπὸ κήτεος ἔκθορ' Ἰωνᾶς Εὐξάμενος, καὶ χεῖρας ἐνὶ σπλάγχνοισι τανύσσας· Ἐν φλογὶ δ' Ἀσσυρίῃ δροσερὸν νέφος ἀμφεκάλυψε Θαρσαλέους τρεῖς παῖδας, ἐπεὶ χέρας ἐξεπέτασσαν· Ὅς ποθ' ὅλην ζείουσαν ὑπεὶρ ἅλα πεζὸς ὁδεύσας, Κύματα καὶ ἀνέμων μένος ηὔνασας, ὥς κε μαθητὰς 971 Ἐκ πελάγους ἐρύσειας ὀρινομένους ὑπ' ἀήταις· Πολλοῖς δ' αὖ ψυχάς τε καὶ ἅψεα λύσαο νούσων, Οἷα Θεὸς, κρανθεὶς δὲ βροτὸς, θνητοῖσιν ἐμίχθης· Ὧν τὸ μὲν ἦες ἄνωθε, τὸ δ' ὕστατον ἄμμι φαάνθης, Ὥς με θεὸν τελέσειας, ἐπεὶ βροτὸς αὐτὸς ἐτύχθης· Ὧδε μάκαρ καὶ ἐμοὶ Θεὸς ἴλαος ἐλθὲ καλεῦντι· Ἔλθ' ἐπὶ χεῖρα φέρων Θεὸς ἵλαος, ὥς με σαώσῃς Ἐν πολέμῳ, καὶ θηρσὶ, καὶ ἐν φλογὶ, καὶ ἀνέμοισι Τειρόμενον, καὶ μοῦνον ἐς οὐρανὸν ὄμμα φέροντα. Καὶ γὰρ δὴ θῆρές τε καὶ ἄγριον οἶδμα θαλάσσης, Καὶ δῆρις στονόεσσα, καὶ αἰθομένου πυρὸς ὁρμὴ, Πάντα κακοὶ τελέθουσι βίου δηλήμονες ἄνδρες, Οἵ ῥα Θεὸν φιλέοντας ἁπεχθαίρουσι μάλιστα, 972 Οὔτε δίκην τρομέοντες ἐσύστερον ἀντιόωσαν, Οὔτε βροτῶν ἀλέγοντες, ὅσοι στυγέουσιν ἀλιτρόν. Τῶν μ' ἀποέργαθε, Χριστὲ, καὶ ἐνδυκέως με φύλαττε Ἀμφὶς ἔχων πτερύγεσσι τεαῖς, καὶ κήδεα λυγρὰ Σεῖο, Ἄναξ, θεράποντος ἑκὰς βάλε, μηδὲ βαρεῖαι Μέρμηραι δονέοιεν ἐμὸν νόον, ἃς ὅδε κόσμος, Καὶ κόσμου μεδέων δειλοῖς μερόπεσσιν ἐγείρει, ∆άπτων, οἷα σίδηρον ἰὸς, θεοειδέα μορφὴν Ἔνδοθι, συμφυέα τε τιθεὶς χθονὶ κρείσσονα μοίρην, Ὡς μὴ χοῦν ἐρύσειεν ἄνω βρίθοντ' ἐπὶ γαῖαν Ψυχή· χοῦς δὲ βάλοι ψυχὴν πτερόεσσαν ἔραζε ∆ύσμορον, ἰλυόεσσιν ἐν ἔργμασι σαρκωθεῖσαν. ∆οιαὶ γάρ τε πύλαι θνητοῖς στυγεροῦ θανάτοιο. 973 Καί ῥ' οἱ μὲν κακίης θολερὴν φρεσὶν ἔνδοθι πηγὴν Τίκτουσιν, τοῖς αἰὲν ἀτάσθαλα ἔργα μέμηλε, Καὶ δέμας, ὑβριστής τε κόρος, καὶ μήδεα λυγρά· Οἵ σφεας ὀτρύνοντες ὑπερβασίην ἐς ἅπασαν, Τέρποντ' ἀμπλακίῃ, σφέτερον μόρον ἀμφαγαπῶντες· Οἱ δὲ Θεὸν καθαρῇσι νόου λεύσσοντες ὀπωπαῖς, Καὶ κόσμου στυγέοντες ἀναιδέος ἔκγονον ὕβριν, Λυπροῦ ἑκὰς ζῶσιν βιότου σκιοειδέϊ σαρκὶ, Καὶ γαῖαν πατέουσιν ἐλαφροτέροισι πόδεσσιν, Ἑσπόμενοι καλέοντι Θεῷ, καὶ πνεύματι κοῦφοι, Μύσται κρυπτομένης ζωῆς Χριστοῖο ἄνακτος, Ὥς κεν λαμπομένης ποτ' ἐς ὕστερον ἀστράψωσιν. Ἀλλὰ καὶ ὡς βιότοιο κακαῖς πείρονται ἀκάνθαις 974 Χρειοῖ ἀναγκαίῃ, καὶ ἔκτοθι μυρία δαίμων Λυσσήεις κακοεργὸς ἐμήσατο κέντρα μόροιο, Ἆ μελέοις θνητοῖσι· καὶ εἴδεϊ πολλάκι κεύθων Ἐσθλῷ λυγρὸν ὄλεθρον, ὅτ' ἀντίβια πτολεμίζων Χάζηται. Τοῖον γὰρ ἐπ' ἀνδράσι λοιγὸν ὑφαίνει, Οἷον ὑπ' εἴδατι χαλκὸς, ὅτ' ἰχθύσι κῆρα φέρῃσιν, Οἳ ζωὴν ποθέοντες, ἐνὶ σπλάγχνοισιν ὄλεθρον Εἴρυσαν ἀπροϊδῆ, σφέτερον μόρον ἀμφιχανόντες. Ὣς καὶ ἐμοὶ δολόμητις, ἐπεὶ ζόφον ὄντα μιν ἔγνων, Ἑσσάμενος χρόα καλὸν, ἐπήλυθε φωτὶ ἐοικὼς, Αἴκεν πως ἀρετὴν ποθέων, κακίῃ πελάσαιμι, Κλεπτομένου πρὸς ὄλεθρον ἐλαφροτέροιο νόοιο. Οὔ με γάμος δ' ἐπέδησε, βίου ῥόος, ὅν τε μέγιστον 975 ∆εσμὸν ἐπ' ἀνθρώποις ὕλη βάλεν, ἄχθεος ἀρχήν· Οὐδ' εἷλεν σηρῶν καλὰ νήματα, οὐδὲ τράπεζαν Ἠγάσθην λιπαρὴν, πολυχανδέα γαστέρα βόσκων, Μαχλοσύνης μήτειραν ἀτάσθαλον· οὐδὲ δόμοισι Ναίειν ἐν μεγάλοισι καὶ αἰγλήεσσι φίλησα· Οὐ μούσης ἀταλοῖς ἐνὶ κρούμασι θυμὸν ἰάνθην· Οὐδὲ μύρων μαλακή με διέδραμε θῆλυς ἀϋτμή. Ἄλλων δ' αὖ χρυσός τε καὶ ἄργυρος, οἳ φιλέοντες Νηρίθμοις κτεάτεσσιν ἐφεζόμενοι