1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

1

Carmina dogmatica

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΕΠΗ.

ΒΙΒΛΟΣ Αʹ. ΕΠΗ ΘΕΟΛΟΓΙΚΑ. ΤΟΜΗ Αʹ. ΕΠΗ ∆ΟΓΜΑΤΙΚΑ.

Αʹ. Περὶ τοῦ Πατρός. Οἶδα μὲν ὡς σχεδίῃσι μακρὸν πλόον ἐκπερόωμεν, Ἢ τυτθαῖς πτερύγεσσι πρὸς οὐρανὸν ἀστερόεντα 398 Σπεύδομεν, οἷσιν ὄρωρε νόος Θεότητ' ἀναφαίνειν, Ἣν οὐδ' οὐρανίοισι σέβειν σθένος, ὅσσον ἐοικὸς, Ἢ μεγάλης Θεότητος ὅρους, καὶ οἴακα παντός. 399 Ἔμπης δ' (οὐδὲ Θεὸν γὰρ ἀρέσσατο πολλάκι δῶρον 399 Πλειοτέρης ἀπὸ χειρὸς ὅσον φιλίης ὀλίγης τε), Τοὔνεκα θαρσαλέως ῥήξω λόγον. Ἀλλ' ἀπὸ τῆλε Φεύγετε, ὅστις ἀλιτρός· ἐμὸς λόγος, ἢ καθαροῖσιν, Ἠὲ καθαιρομένοισιν ὅδ' ἔρχεται· οἱ δὲ βέβηλοι, Ὡς θῆρες, Χριστοῖο κατ' οὔρεος ἀκροτόμοιο Λαμπομένου, Μωσῆϊ νόμον τ' ἐνὶ πλαξὶ γράφοντος, Αὐτίκα ῥηγνυμένοισιν ὑπὸ σκοπέλοισι δαμεῖεν. Κεῖνοι μὲν δὴ τοῖα· καὶ ὡς Λόγος ὦσε κακίστους Ἡμετέροιο χοροῖο θεημάχον ἦτορ ἔχοντας. Αὐτὰρ ἐγὼν ὄπα τήνδε προοίμιον ἐν σελίδεσσι Θήσομαι, ἣν τὸ πάροιθε θεόφρονες ἄνδρες ἕηκαν, Λαῷ τάρβος ἄγοντες ἀπηνέϊ μάρτυρε μύθων, 400 Μωσῆς, Ἡσαΐας τε (ἐπισταμένοις δ' ἀγορεύσω), Ἤτοι ὁ μὲν νεόπηγα διδοὺς νόμον, ὃς δὲ λυθέντος, Οὐρανὸς εἰσαΐοι, χθὼν δέχνυσο ῥήματ' ἐμοῖο. Πνεῦμα Θεοῦ, σὺ δ' ἔμοιγε νόον καὶ γλῶσσαν ἐγείροις Ἀτρεκίης σάλπιγγα ἐρίβρομον, ὥς κεν ἅπαντες Τέρπωνται κατὰ θυμὸν ὅλῃ Θεότητι μιγέντες. Εἷς Θεός ἐστιν ἄναρχος, ἀναίτιος, οὐ περίγραπτος Ἤ τινι πρόσθεν ἐόντι, ἢ ἐσσομένῳ μετέπειτα, Αἰῶν' ἀμφὶς ἔχων, καὶ ἀπείριτος, Υἱέος ἐσθλοῦ Μουνογενοῦς μεγάλοιο Πατὴρ μέγας, οὔ τι πεπονθὼς Υἱέϊ, τῶν ὅσα σαρκὸς, ἐπεὶ νόος. Εἷς Θεὸς ἄλλος, Οὐκ ἄλλος θεότητι, Θεοῦ Λόγος, οὗτος ἐκείνου Σφρηγὶς κιννυμένη πατρώϊος, Υἱὸς ἀνάρχου 401 Οἶος, καὶ μούνοιο μονώτατος, ἰσοφέριστος, Ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅγ' Υἱὸς Κοσμοθέτης νωμεύς τε, Πατρὸς σθένος ἠδὲ νόημα. Ἓν Πνεῦμ' ἐξ ἀγαθοῖο Θεοῦ Θεός. Ἔῤῥετε πάντες, Οὒς μὴ Πνεῦμ' ἐτύπωσεν ἑὴν θεότητ' ἀναφαίνειν, Ἀλλ' ἢ βένθος ἔχουσι κακῶς, ἢ γλῶσσαν ἄναγνον, Ἡμιφαεῖς, φθονεροί τε, νοήμονες αὐτοδίδακτοι, Πηγὴ κευθομένη, λύχνος σκοτίοις ἐνὶ κόλποις. Βʹ. Περὶ τοῦ Υἱοῦ. Υἱέα δὲ πρώτιστον ἀείσομεν, αἷμα σέβοντες Ἡμετέρων παθέων τὸ καθάρσιον. Ἦ γὰρ ἀνάγκη 402 Καὶ βροτὸν οὐρανίοισιν ἀρηγέμεν εἴνεκα γλώσσης Μαρναμένης θεότητι, κακόφρονος, αὐτοφόνοιο. Οὐδὲν ἔην μεγάλοιο Πατρὸς πάρος. Ὃς γὰρ ἅπαντα Ἐντὸς ἔχει, καὶ Πατρὸς ὑπέρτερον οὐδέν· ὁ Πατρὸς Ἐκπεφυὼς μεγάλοιο Θεοῦ Λόγος· ἄχρονος Υἱὸς, Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση. Πατρὸς γὰρ κλέος ἐστὶ πάϊς μέγας, ἐκ δὲ φαάνθη, Ὡς μόνος οἶδε Πατήρ τε καὶ ὃς Πατρὸς ἐξεφαάνθη, Οὐδὲν γὰρ θεότητος ἔην πέλας· ἀλλὰ τόδ' ἔμπης Πᾶσιν ὁμῶς μερόπεσσιν ἀριφραδὲς, ὥσπερ ἔμοι γε, Οὐδὲν ἐμῆς θέμις ἐστὶ φέρειν θεότητι γενέθλης, Οὐ ῥύσιν, οὐδὲ τομὴν κακοαισχέα. Εἰ γὰρ ἔγωγε 403 Οὐκ ἀπαθὴς γενέτωρ· καὶ γὰρ δετός· οὔτι παθητὸς, Ὅς τις πάμπαν ἄπηκτος, ἀσώματος. Ὧν γὰρ ἄπωθεν Εἰσὶ φύσεις, τί τὸ θαῦμα καὶ εἰ γεννήσιες ἄλλαι; Εἰ χρόνος ἐστὶν ἐμεῖο παροίτερος, οὐ πρὸ Λόγοιο Ὁ χρόνος, οὗ γενέτης ἔστ' ἄχρονος. Ἦμος ἄναρχος Ἦε Πατὴρ θεότητος ὑπέρτερον οὔτι λελοιπὼς, Τῆμος καὶ Πατρὸς Υἱὸς, ἔχων Πατέρ' ἄχρονον ἀρχὴν, Ὡς φάος ἠελίοιο μέγαν περικαλλέα κύκλον· Εἰ καὶ εἴδεα πάντα κάτω μεγάλοιο Θεοῖο,