1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

1

Carmina moralia

ΤΟΜΗ Βʹ. ΕΠΗ ΗΘΙΚΑ.

Αʹ. Παρθενίης ἔπαινος. Παρθενίην στεφάνοις ἀναδήσομεν ἡμετέροισιν, Ἐκ καθαρῆς κραδίης

καθαροῖς μέλποντες ἐν ὕμνοις. Τοῦτο γὰρ ἡμετέροιο βίου ξεινήϊον ἐσθλὸν, 522 Χρυσοῦ τ' ἠλέκτρου τε φαάντερον, ἠδ' ἐλέφαντος, Οἷς ζωὴν χθονίην χαμάδις βάλε παρθένος οἶστρος, Πρὸς Θεὸν ὑψιμέδοντα νόου πτερὸν ἔνθεν ἀείρων. Ἀρχομένου δ' ὕμνοιο συνιαίνοισθε μὲν ἁγνοί· Ξυνὸν γὰρ πάντεσσιν ὕμνος γέρας εὐαγέεσσιν. 523 Οἱ φθονεροὶ δὲ θύρῃσιν ἐπιφράσσοισθε ἀκουάς· Εἰ δέ τις ἀμπετάσειεν, ἁγνίζοιτο φρένα μύθῳ. Παρθενίη, μέγα χαῖρε, θεόσδοτε, δῶτερ ἐάων, Μῆτερ ἀπημοσύνης, Χριστοῦ λάχος, οὐρανίοισι Κάλλεσιν ἀζυγέεσσιν ὁμόζυγε· ἀζυγέες γὰρ, Πρῶτα Θεὸς, μετέπειτα Θεοῦ χορὸς αἰὲν ἐόντος. Ἤτοι ὁ μὲν πηγὴ φαέων, φάος οὔτ' ὀνομαστὸν, Οὔθ' ἑλετὸν, φεῦγόν τε νόου τάχος ἐγγὺς ἰόντος, Αἰὲν ὑπεκπροθέον πάντων φρένας, ὥς κε πόθοισιν Ἑλκώμεσθα πρὸς ὕψος ἀεὶ νέον· οἱ δέ τε φῶτα ∆εύτερα ἐκ Τριάδος βασιλήϊον εὖχος ἐχούσης. Πρώτη παρθένος ἐστὶν ἁγνὴ Τριάς. Ἐκ μὲν ἀνάρχου Πατρὸς Υἱὸς ἄναξ, οὔτ' ἔκτοθεν ὁρμηθέντος 524 (Αὐτὸς γὰρ πάντεσσιν ὁδὸς καὶ ῥίζα καὶ ἀρχὴ), Οὔτε πάϊν θνητοῖσιν ὁμοίϊα γειναμένοιο, Ἀλλ' ὡς ἐκ σέλαος σέλας ἔρχεται. Ἐκ δ' ἄρα Παιδὸς, Οὐκέτι παῖς ἀγαπητὸς ὁμοίϊον εὖχος ἐφέλκων· Ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅγ' Υἱὸς Οἶον καὶ μούνοιο μονώτατος· εἰς ἓν ἰόντε Πνεύματι σὺν μεγάλῳ, τό ῥα πατρόθεν εἶσιν ὁμοῖον, Εἷς Θεὸς ἐν τρισσοῖσιν ἀνοιγόμενος φαέεσσι. Τοίη μὲν Τριάδος καθαρὴ φύσις. Ἐκ δ' ἄρα κείνης, Ἄγγελοι αἰγλήεντες, ἀειδέες, οἵ ῥα θόωκον Ἀμφὶ μέγαν βεβαῶτες, ἐπεὶ νόες εἰσὶν ἐλαφροὶ, Πῦρ καὶ πνεύματα θεῖα δι' ἠέρος ὦκα θέοντες, Ἐσσυμένως μεγάλῃσιν ὑποδρήσσουσιν ἐφετμαῖς. 525 Τοῖσι μὲν οὔτε γάμος, οὔτ' ἄλγεα, οὐ μελεδῶναι, Οὐ παθέων κλόνος αἰνὸς ἀτάσθαλος· οὐ μελέεσσι Σχίζοντ', οὐδὲ δόμοισιν· ὁμόφρονες ἀλλήλοισιν, Αὑτῷ τ' αὐτὸς ἕκαστος. Ἴη φύσις, ἕν τε νόημα, Εἷς πόθος ἀμφὶ ἄνακτα Θεὸν μέγαν. Οὐδέ τι παισὶ Τέρποντ', οὔτ' ἀλόχοισι, γλυκὺν πόνον ἀμφιέποντες· Οὐ πλοῦτος κείνοισιν ἐράσμιος, οὐδ' ὅσα θνητοῖς Γαῖα φέρει κακίης μελεδήματα. Οὐκ ἀρόουσιν, Οὐ πελάγη πλώουσιν ἀτειρέος εἵνεκα γαστρὸς, Γαστέρος ἀρχεκάκοιο· τροφὴ μία πᾶσιν ἀρίστη ∆αίνυσθαι μεγάλοιο Θεοῦ λόγον, ἠδὲ φαεινῆς Ἕλκειν ἐκ Τριάδος σέλας ἄπλετον. Οἰόβιοι δὲ Ζώουσιν καθαροῖο Θεοῦ καθαροὶ θεράποντες, 526 Ἁπλοῖ τε, νοεροί τε, διαυγέες, οὔτ' ἀπὸ σαρκῶν Ἀρχόμενοι (σάρκες γὰρ ἐπεὶ πάγεν, αὖθις ὀλοῦνται), Οὔτ' ἐπὶ σάρκας ἰόντες, ὅπερ δ' ἐγένοντο, μένοντες. Τοῖς μέτα παρθενίη θεοείκελος, οἶμος ἑτοίμη Πρὸς Θεὸν, ἑσπομένη τε νοήμασιν Ἀθανάτοιο Νωμῶντος μεγάλοιο σοφῶς οἰήϊα κόσμου· Ἐν δὲ καὶ οὐρανίδην, χθόνιον, μεγαλήνορα, θνητὸν, Ἀνθρώπων μογερῶν ἱερὸν γένος, εὖχος Ἄνακτος. Εἰ δ' ἄγε νῦν ἐρέω μυστήρια κεδνὰ Θεοῖο, Παρθενίη τε χρόνοισιν ὅπως πυμάτοισιν ἔλαμψεν. Ἦν ποτ' ἔην, ὅτε πάντα κελαινὴ νὺξ ἐκάλυπτεν. Οὐδ' ἄρ' ἔην ἠοῦς ἐρατὸν φάος· οὐδὲ κέλευθον Ἠέλιος πυρόεσσαν ἐπέσσυτο ἀντολίηθεν. Οὐ μήνη κερόεσσα φαείνετο, νυκτὸς ἄγαλμα. 527 Πάντα δ' ἅμ' ἀλλήλοισι φορούμενα, μὰψ ἀλάλητο Πρωτογόνου χάεος ζοφεροῖς δεδμημένα δεσμοῖς. Ἀλλὰ σὺ, Χριστὲ μάκαρ, Πατρὸς μεγάλου φραδίῃσι Πειθόμενος τὰ ἕκαστα διέκρινας εὖ κατὰ κόσμον. Ἤτοι μὲν πρώτιστα φάος γένεθ', ὥς κεν ἅπαντα Ἔργα πέλοι χαρίεντα φάους πλέα. Αὐτὰρ ἔπειτα Οὐρανὸν ἀστερόεντα κυκλώσαο, θαῦμα μέγιστον, Ἠελίῳ μήνῃ τε διαυγέα. Τοῖσιν ἔειπας, Τῷ μὲν ἄρ' ἠριγένειαν ἐπ' ἀνθρώποισι φαείνειν Φωτὸς ἀπειρεσίοιο ῥοαῖς, καὶ ὥρας