1

 2

 3

1

Comparatio vitarum

ΣΥΓΚΡΙΣΙΣ ΒΙΩΝ {[Βίοι.]} Κρίναις ἂν ἡμῖν, ὦ ξένε. {[Κριτής.]} κρίσις δὲ τίς; {[Β.]} βίοι μάχονται. {[Κρ.]} καὶ τίνες, τίς δ' ἡ κρίσις; {[Β.]} ὁ κοσμικός τε καὶ ὅσος τοῦ πνεύματος, πότερός τ' ἀμείνων καὶ σοφοῖς βιώσιμος. {[Κρ.]} ὃ δύσκριτον μέν, ἀλλ' ὅμως ἀκουστέον. {[Κόσμος.]} Κόσμου πεφυκὼς οἶδα καὶ στέργω τάδε· τόδ' εὐσεβές· πατρῷον αἰδεῖσθαι νόμον. {[Πνεῦμα.]} θεοῦ πεφυκὼς οἶδα καὶ σέβω θεόν· τόδ' εὐσεβές· τέλειον εἰδέναι σέβας. εἰ σοὶ τὸ χεῖρόν ἐστι τιμιώτατον, πῶς οὐκ ἐμοὶ τὸ κρεῖττον ἐνδικώτερον; {[Κ.]} Μήτηρ ἐμοὶ σὰρξ καὶ συνεκράθην χοΐ, σαρκὸς ποθῶ πλήρωμα τῆς ἐρρηγμένης. {[Π.]} θεὸς πατήρ μοι καὶ θεῷ συνεζύγην, μορφῆς ποθῶ μίμησιν, ἧς ἀπερρύην. {[Κ.]} πῶς δ' ἂν συνέστη, φράζε, τὸ βροτῶν γένος, εἰ μὴ τὸ σαρκῶν συζυγὲς συνέδραμεν, νόμῳ τε θείῳ καὶ φύσει κρατούμενον; {[Π.]} νόμος μὲν οὗτος, νῦν δὲ λυθῆναί με δεῖ βίον πρὸς ἄλλον τοῦ παρόντος κρείττονα σπεύδοντα, δεσμῶν καὶ φθορᾶς ἐλεύθερον. {[Κ.]} πῶς οὖν νέηλυς ἦλθε παρθένος βίος; {[Π.]} ἦν μὲν σκιώδης καὶ πάλαι· λάμπει δὲ νῦν, ἐξ οὗ θεοῦ πέφηνε μήτηρ παρθένος. καὶ γὰρ νόμος παλαιὸς εἶξε τῷ νέῳ. τὸ γράμμ' ἀπῆλθε, τὸ κράτος δὲ πνεύματος. {[Κ.]} ἄζυξ δ' ἂν ἦν τις συζύγου βίου δίχα ἤ τις δίκαιος; {[Π.]} ὡς λίαν κομψός τις εἶ πείθων τὸ σάρκα συνδραμεῖν καλῶν χάριν. καλοὺς μὲν ἐξέθρεψεν ἢ κακοὺς χρόνος, ὕβριν δὲ σαρκὸς ὁ σπορεὺς ἐπέβλυσεν, οὐκ ἄλλο. τὸ φρονεῖν δὲ τῷ πάθει γέλως ὡς συγκάμνοντα τῷ θεοῦ θελήματι. {[Κ.]} Τί οὖν βίῳ δέδωκας; {[Π.]} ἐζήτεις δὲ τί; κλάδους; ἵνα ψυγῶσιν ἢ λαῖλαψ λάβῃ; {[Κ.]} δὸς τὴν ἐμὴν σὺ ῥίζαν· εἶτ' ἔχε κλάδους. {[Π.]} ἀρκεῖ γενέσθαι. τῇ φθορᾷ δ' ἄλλος κάμοι τρέφων, διδάσκων, εἶτα πενθῶν ἀθρόως τὸν οὐκέτ' ὄντα, γραπτὸν ἐν τοίχοις βλέπων ἄπνουν τὸ κάλλος, υἱὸν οὐ κινούμενον. {[Κ.]} Εὐπατρίδης ἐγώ τις. {[Π.]} ἐκ ποίου γένους; ποῖος δ' ὁ πλάστης; τὸν δὲ πηλὸν ἀγνοεῖς ὡς εἷς; μί' εὐγένεια, μίμησις θεοῦ. τάφοις κρατεῖς σὺ καὶ νέοις προστάγμασιν, ἐκεῖθεν ἐγράφης εὐγενής, οὐκ ἐτράφης. {[Κ.]} Ἐμοὶ τὸ πλουτεῖν δυσμενεῖς βάλλει κάτω, φθόνῳ δὲ τήκει τοὺς κακούς, ποιεῖ φίλους, θρόνους δίδωσιν, ἐν πόλει φυσᾶν μέγα. {[Π.]} ἐμοὶ δὲ πενία μηδὲ δυσμενεῖς ἔχειν χαρίζετ', οἶκτος δ' ἀσφαλέστερος φθόνου. θρόνοι δὲ λυτοὶ καὶ φίλοι καιροῦ πλέον. ἂν οὖν μένωσι, κρεῖττον ἡττᾶσθαι θεοῦ ἢ πρῶτα πάντων τῶν ὁρωμένων ἔχειν, [ἢ πάντων εἶναι τῶν ὁρωμένων ἄνω·] πόλις δ' ἔχοι με λαμπρὸν ἡ νοουμένη. {[Κ.]} Τίς δ' ἀσφάλεια τῷ πένητι τοῦ βίου, τείχη, πυλῶνες, μηχαναί, ξιφηφόροι; {[Π.]} κάμνοντες, ὡς τί μὴ τὸ σῶμ' ὕπερ κλαπῇ; μόνον πέπασται τοῦτο καὶ μικρὸν ῥάκος. ἄλλων ὁ λῃστής, ἡ τυραννὶς ἐρρέτω, ὁ φὼρ ἐχόντων· εἷς ἐμοὶ πλοῦτος, θεός, ὃν οὔποτ' οὐδεὶς ἁρπάσει κεκτημένῳ. τὰ δ' ἄλλ' ἐχόντων οἷς φίλον, τὴν οὐσίαν ἁρπαζέτωσαν τὴν ἐμὴν πᾶσαι χέρες· πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. θύει σαγήνῃ πλούσιος, τὴν δεξιὰν τὴν αὐτὸς αὐτοῦ ὡς φίλην ἀσπάζεται καὶ τῶν καλῶν δοτῆρα οὐχ ὑμνεῖ θεόν, ἕως ἃ κέκτητ' εἰς ξένου πέσῃ χέρας, οὗ μὴ θέλῃ, τί φημι; δυσμενοῦς ἴσως κἀκεῖθεν ἄλλου· τὰ τροχῶν κυλίσματα. ἐμοὶ δ' ἅπας συνέρχετ', ἢν θάνω, βίος, οὐδὲν φθόνῳ τε καὶ στροφαῖς λελείψεται. {[Κ.]} Πόσον τὸ χεῖρας μὴ βλέπειν εἰς γειτόνων, ἄλλους δ' ἐς ἡμῶν, εὐσεβεστέρους ἴσως.

{[Π.]} πόσον τὸ χεῖρας εἰς θεοῦ μόνον βλέπειν τοῦ καὶ διδόντος [καὶ] πατρικῶς αἰτουμένου, αἰσχρὸν δὲ μηδὲν τοῦ λαβεῖν δρᾶσαι χάριν, τὴν αἱμολάπτιν βδέλλαν ἐκμιμούμενον, τὰ μὲν κρατοῦντα, τοῖς δ' ἐρείδοντα φρένα, τὰ δὲ βλέποντα οὐ καλοῖς ἐν ὄμμασιν, τὰ δ' ἐκτυποῦντα ταῖς ὀνείρων ἐλπίσιν, ἀεὶ πλέον πένητα τῷ