1
De martyribus et adversus Arianos
ΛΟΓΟΣ ΛΕʹ.
Εἰς τοὺς μάρτυρας, καὶ κατὰ Ἀρειανῶν.
Α. Τί τοσοῦτον ἔστιν εἰπεῖν, ὅσον τοῖς ὀφθαλμοῖς πάρεστι βλέπειν; Τίς δὲ λόγος τῶν φαινομένων ἀγαθῶν ἰσοστάσιος; Ἰδοὺ πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν τὸ ἀπιστούμενον θέαμα, ὃ καὶ ἰδεῖν μὲν πολλάκις ηὐξάμεθα, κρεῖττον δὲ ἦν ἢ κατ' εὐχὴν τὸ ποθούμενον. Πάλιν ἐνταῦθα μαρτύρων τιμαὶ, πολὺν ἤδη τὸν πρὸ τούτου χρόνον ἀμεληθεῖσαι· πάλιν ἱερέων Θεοῦ συνδρομαί· πάλιν χοροστασίαι καὶ πανηγύρεις πνευματικαί. Ὁ σύλλογος πολυάνθρωπος ἑορτάζειν, οὐχ ὁπλομαχεῖν προθυμούμενος. Ὢ τοῦ θαύματος· ἔῤῥιπται τῶν χειρῶν τὰ ὅπλα, λέλυται ἡ παράταξις, ἀμελεῖται ὁ πόλεμος. Οὐκ ἔτι αἱ φωναὶ τῶν ἀλαλα ζόντων ἀκούονται· ἀντὶ δὲ τούτων ἑορταὶ, καὶ εὐφρο σύναι, καὶ εἰρηνικαὶ θυμηδίαι τὴν πόλιν πᾶσαν πε ριχορεύουσι· τὴν πάλαι μὲν οὖσαν τῶν μαρτύρων μητέρα, πολὺν δὲ τὸν ἐν τῷ μέσῳ χρόνον, ἄμοιρον γενομένην τῆς ἐπὶ τοῖς τέκνοις τιμῆς. Ἀλλὰ νῦν ἀπέχει πάντα καὶ περισσεύει, καθώς φησιν ὁ Ἀπό στολος. Εὖγε, ὦ μάρτυρες· ὑμέτερος καὶ οὗτος ὁ ἆθλος· ὑμεῖς νενικήκατε τὸν πολὺν πόλεμον, εὖ οἶδα. Μόνα καὶ ταῦτα τῶν ὑμετέρων ἱδρώτων τὰ κατ ορθώματα. Ὑμεῖς ἠγείρατε τῇ εἰρήνῃ τὸ τρόπαιον. Ὑμεῖς τοὺς ἱερέας τοῦ Θεοῦ ἐφ' ἑαυτοὺς ἐφειλκύσα σθε. Ὑμεῖς τοὺς χορευτὰς τοῦ ἁγίου Πνεύματος τῷ συλλόγῳ τούτῳ προεστήσασθε. Ὢ πόσην πεπόνθασι τὴν ζημίαν, οἷς ὁ χρόνος τῆς ζωῆς μέχρι τοῦ νῦν οὐ διήρκεσε θεάματος, ἵνα τῶν σκυθρωπῶν εἰς κόρον ἐλθόντες, τῶν ἀγαθῶν τῆς εἰρήνης ἀπελαύσειεν!
Βʹ. Οἴχεται μὲν, καὶ ἠφάνισται ἡ τῆς αἱρέσεως ἀπάτη, οἷόν τις ὁμίχλη, ὑπὸ τοῦ ἁγίου Πνεύματος σκεδασθεῖσα· καθαρὰ δὲ διέλαμψεν ἡ τῆς εἰρήνης αἰθρία, καὶ διαφαίνονται κατ' αὐτὴν οἱ τοῦ ἄστεως ἐν λαμπρῷ τῆς ἀληθείας φωτὶ μαρμαρύσσοντες ἀστέ ρες, οὐχὶ νυκτὶ ἀποκεκληρωμένοι καὶ σκότῳ, ἀλλ' ἡμεροφανεῖς οἱ πάντες, τῷ ἀληθινῷ φωτὶ τῆς δικαιο σύνης ἀναλάμψαντες. Καὶ ἐπειδὴ, καθά φησιν ὁ Ἀπόστολος, ἡ νὺξ προέκοψε, μᾶλλον δὲ, τὸ παρά παν ἠφάνισται, τῷ δὲ φωτὶ τῆς ἡμέρας ἅπαν καταφαιδρύνεται, φεύγει μὲν τὰ νυκτονόμα τῶν θηρίων, καὶ συνελαύνονται πρὸς τοὺς δρυμοὺς καὶ τὰς σπήλυγγας· φεύγουσι δὲ νυκτερίδες αἱρετικαὶ τρύζουσαι, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀμβλυώ πτουσαι, καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν κα 36.260 ταδύονται, ἐπὶ κεφαλὴν ἀλλήλων ἐχόμεναι. Πέπαυται διὰ τῆς ἡμέρας ταύτης τὰ τῶν κωμαστῶν καὶ τῶν μεθυόντων συντάγματα. Λωποδύται, καὶ τοιχωρύχοι, καὶ κλέπται, καὶ εἴ τι ἄλλο τῆς νυκτὸς ἔργον ἐστὶ, τοῦ φωτὸς τῆς εἰρήνης ἐπανατείλαντος, κέκρυπται. Ἕως δὲ ἦν ἡ νὺξ ἐκείνη τῷ τῆς ἀπάτης γνόφῳ τὰ πάντα κατασκοτίζουσα, οἷα ἦν τὰ πραττόμενα; Λήθης ἄξια καὶ βαθείας σιγῆς, ὡς ἂν μὴ μνήμῃ τῶν ἀηδεστέ ρων, ἡ παροῦσα χάρις καταμολύνοιτο. Πῶς γὰρ ἄν τις εἴποι τὰ κατ' αὐτῆς κακά; πῶς δὲ ἄν τις καὶ σιωπήσειε· τί πάθος ἐκ τραγῳδίας τοιοῦτον; τίς μῦθος συμφορὰς ἀναπλάσσων; τίς ποιητὴς δραμά των τοιοῦτον ἐπὶ σκηνῆς πάθος ἐβόησεν; Ὑπὲρ λό γον ἡ συμφορά· ὑπὲρ τὴν δύναμιν τῶν διηγουμένων τὰ πάθη.
Γʹ. Ὁρμητήριον ἦν τοῦ διαβόλου ὁ χορός. Ἐνταῦθα τὸ στρατόπεδον ἑαυτῷ κατεστήσατο, καὶ τοὺς ἰδίους ὑπασπιστὰς ἐν αὐτῷ καθιδρύσατο. Ἐν ταῦθα ὁ στρατὸς τοῦ ψεύδους, οἱ τῆς ἀπάτης πρό μαχοι, ἡ τῶν δαιμόνων ἐκστρατεία, αἱ λεγεῶνες τῶν ἀκαθάρτων πνευμάτων· εἰ δὲ χρὴ καὶ τῶν ἔξωθεν ὀνομάτων εἰπεῖν, ἐντεῦθεν ὁ