1

 2

1

De testamentis et adventu Christi

οἱ δὲ θεὸν προσέειπον, ὅσ' ἔπλετο, ἀφραδίῃσιν· ὣς τότε καὶ λαῷ κενεόφρονι πιστὸς Ἀαρών, μόσχον ὅτ' ἐξανέηκε μέσου πυρὸς ὕβριν ἐλέγχων, ἄλλος δ' ἄλλον ἔτευξε θεὸν νέον ἡμερίοισιν, πλάσμα νόου-τέχνη δ' ἄρ' ἐφωμάρτησεν ἀλιτρὴ καὶ πλοῦτος κακόχαρτος, ὁ δὲ χρόνος αἶσχος ἔπηξεν πλάσμασι καὶ θυέεσσι καὶ εἰλαπίνῃσιν ἀέξων- παῦροι μὲν διάλυξαν, ὅσοις νόος ἦεν ἀμύντωρ, οἳ θεὸν οὐδὲν ἔειπον, ὃ μὴ νόος ἔδρακεν οἶος, οἱ πλέονες δὲ † ἔπεσσιν δῆθεν † ἐπισπόμενοι φαέεσσιν. ὄφρα μὲν ἦν κακίης ὀλίγος δρόμος, ὄφρα δ' ἔμοιγε καὶ νόμος ἡγεμόνευεν, ὃς ἄγραφος ἔνδον ἔκειτο, ἐσθλοῦ τ' ἠδὲ κακοῖο διάκρισις αὐτοδίδακτος. αὐτὰρ ἐπεὶ κόλποι τε καὶ εὐρέα πείρατα γαίης πλῆσθεν ἀτασθαλίης, ὕβριν δ' ἐξέζεσεν ἰλὺς καὶ πολλοῖσι πάρος παιδεύμασι πλάσμα δαμασθέν, γλώσσαις τεμνομένῃσι καὶ ὕδασι καὶ πυρὸς ὄμβροις, οὐκ ἔθελεν πρώτης κακίης ἀπὸ δεσμὰ τινάξαι, ἀλλ' αἰεὶ κρατεροῖσιν ἐν ἅμμασιν εἴχετο σαρκός, μαχλοσύναις τε μόθοις τε καὶ εἰδώλοισι μεμηλός, δὴ τότε-μητιέταο λόγου τόδε θαῦμα μέγιστον- Μωσῆος θεράποντος ἀγακλέος ἐν παλάμῃσι λαὸν ἀπ' Αἰγύπτοιο θεὸς!! ῆγε πορείης θαύμασι σὺν μεγάλοισι, τινάσσετο δ' ἔθνεα πάντα· ἐρχομένου τοῦ πρόσθε πυρὸς στύλος ἡγεμόνευεν, καὶ νεφέλης ἕλκοντος ἀσημάντου δι' ἐρήμης. καί ποτ' ἐρημαίοισιν ἐν οὔρεσι, θαῦμα μέγιστον, οὐρανόθεν καταβὰς νεφέλης ὑπὸ κεύθεσιν ἁγνῆς ἁγνοτάτῳ θεράποντι μόνῳ ξυνούμενος οἴῳ ἀστεροπῇ, σάλπιγξι, τινάγμασι λαὸν ἐέργων δῶκε νόμον· πλαξὶν δὲ χαράξατο ἀμφοτέρωθεν κρυπτόν τ' ἀμφάδιόν τε, ὅσον σθένε λαὸς ἀτειρής, ὥς μιν ἀποτμήξειε νόμων ἐθνῶν τε κακίστων. ὡς δὲ πατὴρ οὗ παιδὸς ὑπαὶ παλάμῃσιν ἐλαφραῖς ἰθύνων ἁπαλοῖο ποδὸς νεοπηγέα ταρσὸν βαιὸν μὲν πρώτιστον ἀπὸ χθονὸς ὑψόσ' ἀείρων, μείλιχα παππάζων καὶ ὄμματι θάρσος ὀπάζων, αὐτὰρ ἔπειτ' εἴργων μιν, ἐπ' ἴχνεϊ δ' ἴχνος ὑφέλκων πρόσθεν ἄγει δοκέει τε δρόμον καὶ ἴθματα παιδός, ὣς καὶ Χριστὸς ἄναξ κομέων βροτὸν ἀφραδέοντα εἴδωλα πρώτιστον ἑκὰς βάλε, τὰς δὲ θυηλὰς μέλλεμέν, ἔμπα δ' ἔασε, νόμου γε μὲν ἐντὸς ἔθηκεν μαλθάσσων κακότητα· τὸ δ' ὕστατον οὐδὲ θυηλαὶ στῆσαν ἔτ', ἀλλ' ὑπόειξαν, ἅπαξ λαοῖο δαμέντος. καί με νόμος, κλῆρόν τιν' ἐπίτροπος ὡς, ἐφύλασσεν παιδὶ πατρὸς μεγάλοιο· χρόνος δ' ὅτε παιδὸς ἐπῆλθεν, εἶξεν ἑκών, κλῆρον δ' ὑπεδέξατο υἱὸς ἄριστος. ὧδε θεός. πείθειν γὰρ ἔχει ἔθος, οὐ βλεμεαίνειν οἷσιν ἐφημερίοισι· βίη δ' ἀγέραστος ἔμοιγε. καὶ γάρ τις παθέων ἐπιτάρροθος οὐχ ἅμα πάντα λυπρὰ φέρει παθέεσσι, πόθῳ τὸ μέν, ἄλλο δὲ νούσῳ δῶκε φίλα φρονέων, ὡς καὶ μογέοντα σαῶσαι, φαρμάσσων τερπνοῖσιν ἀρείονα μήδεσι τέχνης.

ὡς δ' ὅτε ναοδόμος τις ἐπ' ἠέρι κύκλον ἐγείρων λαΐνεον ξεστοῖσιν ἐπιρρεπέεσσι λίθοισιν νέρθε πρῶτον ὀχήματ' ἐρείσατοτῶν δ' ἀρ' ἔπειτα λᾶας ἄγει καθύπερθε, κύκλῳ δ' ἐπὶ κύκλον ἑλίσσει· αὐτὰρ ἐπὴν δήσῃσι, τὸ μὲν βάλεν ἐκτὸς ἔρεισμα, κύκλος δ' ἔμπεδός ἐστι περίγραφος ἠέρι γυμνῷ- ὣς νόμος ἦεν ἔρεισμα τελειοτέροιο νόμοιο. Ἀρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν. Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν. Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ. ∆ίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις. Ἔργοις δ' ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ. Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος. Ἡττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔσῃ. Καὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον. Θνητὸς δ' ὑπάρχων μηδόλως μέγα φρόνει. Ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας. Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα. Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ. Νήφων προςεύχου τῷ Θεῷ καθ' ἡμέραν. Ξένους ξένιζε, μὴ ξένος γένῃ Θεοῦ. Ὁρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους. Πέδαις τὸ σῶμα ἀσφαλίζου σωφρόνως. Ῥάβδον σεαυτῷ τὴν συνείδησιν φέρε. Σαφῶς σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν θέοις. Τὰς τῶν