1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

In patrem tacentem

ΛΟΓΟΣ Ιςʹ.

Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης.

Αʹ. Τί λύετε τάξιν ἐπαινουμένην; τί βιάζεσθε γλῶσ 35.936 σαν νόμῳ δουλεύουσαν; τί προκαλεῖσθε λόγον εἴκοντα πνεύματι; τί τὴν κεφαλὴν ἀφέντες, ἐπὶ τοὺς πόδας ἐσπεύσατε; τί τὸν Ἀρὼν παρατρέχοντες, τὸν Ἐλεάζαρ προβάλλεσθε; Οὐ δέχομαι πηγὴν φράσ σεσθαι, καὶ χείμαῤῥον φέρεσθαι· ἥλιον κρύπτεσθαι, καὶ ἀστέρα δείκνυσθαι· τὴν πολιὰν ὑποχωρεῖν, καὶ τὴν νεότητα νομοθετεῖν· τὴν σοφίαν σιωπᾷν, καὶ τὴν ἀπειρίαν νεανιεύεσθαι. Οὔτε ὑετοῦ πάντως ὁ πλείων, τοῦ ἐλάττονος χρησιμώτερος· τί γάρ; Εἰ ὁ μὲν σφοδρότερος ὢν, παρασύρει τὴν γῆν, καὶ προσζη μιοῖ τῷ κεφαλαίῳ τὸν γεωργόν· ὁ δὲ ἠρέμα χεόμενος, καὶ εἰς τὰ βάθη δυόμενος, πιαίνει τὴν ἄρουραν, καὶ ὀνίνησι τὸν ἀρόσαντα, καὶ τρέφει στάχυν εἰς καρπὸν ὥριμον. Οὔτε ἐν λόγοις ὁ δαψιλέστερος, τοῦ σοφωτέρου λυσιτελέστερος. Ὁ μὲν γὰρ ἴσως ὀλίγον εὐφράνας ἀπῆλθε, καὶ ὁμοῦ τῷ πληγέντι ἀέρι διελύθη, μηδὲν δυνηθεὶς ὑπὲρ τοῦτο, καὶ τὴν λίχνον ἀκοὴν τῇ εὐγλωττίᾳ κατεγοήτευσεν. Ὁ δὲ εἰς τὸν νοῦν δι έβη καὶ πλατύνας τὸ στόμα ἐπλήρωσε Πνεύματος, καὶ τῆς γεννήσεως ὤφθη μακρότερος, καὶ πολλὰ ἐν ὀλίγαις συλλαβαῖς ἐγεώργησε.

Βʹ. Καὶ οὔπω λέγω τὴν ἀληθινὴν σοφίαν καὶ πρώ την, ἣν ὁ θαυμάσιος ὅδε γεωργὸς καὶ ποιμὴν τὰ πρῶτα φέρεται. Σοφία πρώτη, βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρμένος, ἢ καθαιρόμενος, τῷ καθαρωτάτῳ καὶ λαμπροτάτῳ, καὶ μόνην ἀπαιτοῦντι παρ' ἡμῶν θυσίαν, τὴν κάθαρσιν, ἣν δὲ καρδίαν συντετριμμένην, καὶ θυσίαν αἰνέσεως, καὶ καινὴν ἐν Χριστῷ κτίσιν, καὶ νέον ἄνθρωπον, καὶ τὰ τοιαῦτα, τῇ Γραφῇ καλεῖν φίλον. Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆς ἐν λόγῳ κειμένης, καὶ στροφαῖς λέξεων, καὶ ταῖς κι βδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν. Ἐμοὶ δὲ γέ νοιτο πέντε λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συν έσεως, ἢ μυρίους ἐν γλώσσῃ, καὶ φωνῇ σάλπιγ γος ἀσήμῳ, τὸν ἐμὸν ὁπλίτην οὐκ ἐγειρούσῃ πρὸς τὸν πνευματικὸν πόλεμον. Ταύτην ἐπαινῶ τὴν σο φίαν ἐγὼ, ταύτην ἀσπάζομαι, δι' ἣν ἀγεννεῖς ἐδοξά σθησαν, καὶ εἰς ἣν ἐξουθενήμενοι προετιμήθησαν, καὶ μεθ' ἧς ἁλιεῖς τὴν οἰκουμένην ὅλην τοῖς τοῦ Εὐαγγελίου δεσμοῖς ἐσαγήνευσαν, τῷ συντε τελεσμένῳ καὶ συντετμημένῳ λόγῳ, τὴν καταργου μένην σοφίαν νικήσαντες. Οὐ γὰρ ὁ ἐν λόγῳ σοφὸς, οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν μὲν εὔστροφον ἔχει, ψυχὴν δὲ ἄστατον καὶ ἀπαίδευτον, ὥσπερ 35.937 τῶν τάφων, ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶ ὡραῖοι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσωδίαν περικαλύπτουσιν· ἀλλ' ὅστις ὀλίγα μὲν περὶ ἀρε τῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσι, καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ διὰ τοῦ βίου προστίθη σιν.

Γʹ. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη τῆς ἐν λόγῳ ζωγραφουμένης· καὶ πλοῦτος, ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν· καὶ σοφία, οὐχ ἡ τῷ λόγῳ λαμπρυνομένη, ἀλλ' ἡ διὰ τῶν ἔργων ἐλεγχομένη. Σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, φησὶν, ἀλλ' οὐ τοῖς κηρύττουσιν· ταύτης δὲ βάσανος ἀκριβεστάτη τῆς σοφίας χρόνος, καὶ στέφανος ὄντως γῆρας καυχήσεως. Εἰ γὰρ οὐ χρὴ μακαρίζειν πρὸ τελευτῆς ἄνθρωπον, ὡς Σολο μῶντι κἀμοὶ δοκεῖ, καὶ ἄδηλον ὃ παρὰ τῆς ἐπιούσης τεχθήσεται, πολλὰς στροφὰς ἐχούσης ἡμῶν τῆς κάτω ζωῆς, καὶ τοῦ τῆς ταπεινώσεως σώματος ἄνω καὶ κάτω κινουμένου καὶ μεταπίπτοντος· πῶς οὐχὶ καὶ ὁ τὸ πολὺ τοῦ βίου κενώσας ἀμέμπτως, καὶ οἷον ἤδη πρὸς λιμέσιν ὢν τοῦ κοινοῦ τῆς