1

 2

1

In sanctum pascha et in tarditatem

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΛΟΓΟΙ.

ΛΟΓΟΣ Αʹ.

Εἰς τὸ ἅγιον Πάσχα καὶ εἰς τὴν βραδυτῆτα.

Αʹ. Ἀναστάσεως ἡμέρα, καὶ ἡ ἀρχὴ δεξιὰ, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα· εἴπωμεν, ἀδελφοὶ, καὶ τοῖς μισοῦσιν ἡμᾶς, μὴ ὅτι τοῖς δι' ἀγάπην τι πεποιηκόσιν, ἢ πεπονθό σι· συγχωρήσωμεν πάντα τῇ ἀναστάσει· δῶμεν συγ γνώμην ἀλλήλοις, ἐγώ τε ὁ τυραννηθεὶς τὴν καλὴν τυραννίδα, τοῦτο γὰρ νῦν προστίθημι, καὶ ὑμεῖς οἱ καλῶς τυραννήσαντες, εἴ τί μοι μέμφοισθε τῆς βραδυτῆτος, ὡς τάχα γε κρείττων αὕτη καὶ τι μιωτέρα Θεῷ τῆς ἑτέρων ταχυτῆτος· ἀγαθὸν γὰρ καὶ ὑποχωρῆσαι Θεῷ τι μικρὸν, ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν, καὶ Ἱερεμίας ὕστερον, καὶ προσδραμεῖν ἑτοίμως καλοῦντι, ὡς Ἀαρών τε καὶ Ἡσαΐας, μόνον εὐσεβῶς ἀμφότερα, τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθέ νειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν.

Βʹ. Μυστήριον ἔχρισέ με, μυστηρίῳ μικρὸν ὑπεχώρησα, ὅσον ἐμαυτὸν ἐπισκέψασθαι· μυστηρίῳ καὶ συνεισέρχομαι, καλὴν ἐπαγόμενος τῆς ἐμῆς δειλίας καὶ ἀσθενείας ἐπίκουρον τὴν ἡμέραν, ἵν' ὁ σήμερον ἐκ νεκρῶν ἀναστὰς κἀμὲ καινοποιήσῃ τῷ 35.397 πνεύματι, καὶ τὸν καινὸν ἐνδύσας ἄνθρωπον, δῷ τῇ καινῇ κτίσει, τοῖς κατὰ Θεὸν γεννωμένοις, πλάστην ἀγαθὸν καὶ διδάσκαλον Χριστῷ καὶ συννεκρού μενον προθύμως καὶ συνανιστάμενον.

Γʹ. Χθὲς ὁ ἀμνὸς ἐσφάζετο, καὶ ἐχρίοντο αἱ φλιαὶ, καὶ ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα, καὶ ἡμᾶς παρῆλθεν ὁ ὀλοθρεύων, καὶ ἡ σφραγὶς φοβερὰ καὶ αἰ δέσιμος, καὶ τῷ τιμίῳ αἵματι ἐτειχίσθημεν· σή μερον καθαρῶς ἐφύγομεν Αἴγυπτον, καὶ Φαραὼ τὸν πικρὸν δεσπότην, καὶ τοὺς βαρεῖς ἐπιστάτας, καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώθημεν· καὶ οὐδεὶς ὁ κωλύσων ἡμᾶς ἑορτάζειν Κυρίῳ τῷ Θεῷ ἡμῶν ἑορτὴν τὴν ἐξόδιον, καὶ ἑορτάζειν, οὐκ ἐν ζύ μῃ παλαιᾷ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, μηδὲν ἐπιφερομένους Αἰγυπτιακοῦ καὶ ἀθέου φυράματος.

∆ʹ. Χθὲς συνεσταυρούμην Χριστῷ, σήμερον συνδο ξάζομαι· χθὲς συνενεκρούμην, συζωοποιοῦμαι σήμε ρον· χθὲς συνεθαπτόμην, σήμερον συνεγείρομαι. Ἀλλὰ καρποφορήσωμεν τῷ ὑπὲρ ἡμῶν παθόντι καὶ ἀναστάντι. Χρυσόν με ἴσως οἴεσθε λέγειν, ἢ ἄργυρον, ἢ ὑφάσματα, ἢ λίθους τῶν διαφανῶν καὶ τιμίων, γῆς ῥέουσαν ὕλην, καὶ κάτω μένουσαν, ἧς ἀεὶ τὸ πλεῖον ἔχουσιν οἱ κακοὶ καὶ δοῦλοι τῶν κάτω καὶ τοῦ κοσμο κράτορος. Καρποφορήσωμεν ἡμᾶς αὐτοὺς, τὸ τι μιώτατον Θεῷ κτῆμα καὶ οἰκειότατον· ἀποδῶμεν τῇ εἰκόνι τὸ κατ' εἰκόνα, γνωρίσωμεν ἡμῶν τὸ ἀξίωμα, τιμήσωμεν τὸ ἀρχέτυπον, γνῶμεν τοῦ μυστηρίου τὴν δύναμιν, καὶ ὑπὲρ τίνος Χριστὸς ἀπέθανε.

Εʹ. Γενώμεθα ὡς Χριστὸς, ἐπεὶ καὶ Χριστὸς ὡς ἡμεῖς· γενώμεθα θεοὶ δι' αὐτὸν, ἐπειδὴ κἀκεῖνος δι' ἡμᾶς ἄνθρωπος. Προσέλαβε τὸ χεῖρον, ἵνα δῷ τὸ βέλ τιον· ἐπτώχευσεν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· δούλου μορφὴν ἔλαβεν, ἵνα τὴν ἐλευ 35.400 θερίαν ἡμεῖς ἀπολάβωμεν· κατῆλθεν, ἵν' ὑψωθῶ μεν· ἐπειράσθη, ἵνα νικήσωμεν· ἠτιμάσθη, ἵνα δοξά σῃ· ἀπέθανεν, ἵνα σώσῃ· ἀνῆλθεν, ἵν' ἑλκύσῃ