1

 2

1

In seipsum ad patrem et Basilium magnum

ΛΟΓΟΣ Ιʹ.

Εἰς ἑαυτὸν, καὶ εἰς τὸν πατέρα καὶ Βασί λειον τὸν μέγαν, μετὰ τὴν ἐπάνοδον ἐκ φυ-γῆς.

Αʹ. Οὐδὲν ἰσχυρότερον γήρως, καὶ οὐδὲν φιλίας αἰδεσιμώτερον. Ὑπὸ τούτων ἤχθην ὑμῖν ἐγὼ δέσμιος ἐν Χριστῷ, δεθεὶς οὐκ ἀλύσεσι σιδηραῖς, ἀλλὰ τοῖς ἀλύτοις δεσμοῖς τοῦ Πνεύματος. Τέως δὲ ᾤμην ἰσχυ ρὸς εἶναί τις καὶ ἀήττητος, καὶ, ὦ τῆς ἀλογίας! οὐκ ἐδίδουν τοὺς λόγους οὐδὲ τοῖς ἐμοῖς ἐρασταῖς τούτοις καὶ ἀδελφοῖς, ἵν' ἔχω τὴν ἀπραγμοσύνην, καὶ τὸ φιλοσοφεῖν ἐν ἡσυχίᾳ, πάντα παρεὶς τοῖς βουλομένοις, ἐμαυτῷ δὲ προσλαλῶν καὶ τῷ Πνεύματι. Ἡλίου περιενόουν τὸν Κάρμηλον, καὶ Ἰωάννου τὴν ἔρημον, καὶ τῶν οὕτω φιλοσοφούντων τὸ ὑπερκόσμιον· καὶ ζάλην τὰ παρόντα ἐνόμιζον, καὶ πέτραν τινὰ ἐζή τουν, ἢ κρημνὸν, ἢ τειχίον, ὑφ' οἷς σκεπασθήσομαι. Ἄλλων, ἔλεγον, ἔστωσαν αἱ τιμαὶ καὶ οἱ πόνοι, ἄλ λων οἱ πόλεμοι καὶ τὰ νικητήρια· ἐμοὶ δὲ ἀρκείτω φεύγοντι τοὺς πολέμους, εἰς ἐμαυτὸν βλέποντι ζῇν οὕτως, ὅπως ἂν δύνωμαι, καθάπερ ἐπὶ λεπτῆς σχε δίας διαπεραιουμένῳ μικρόν τι πέλαγος· καὶ μικρὰν τὴν ἐκεῖθεν μονὴν, τῷ πενιχρῷ τῆς ἐντεῦθεν πο λιτείας κατακτωμένῳ. Ταπεινοτέρων ὁ λογι σμὸς ἴσως, ἀλλ' οὖν ἀσφαλεστέρων· ἴσον ἀπ έχειν καὶ ὕψους καὶ πτώματος.

Βʹ. Ταῦτα ἕως ἐξῆν γράφειν ἔτι σκιὰς καὶ ὀνείρα τα, καὶ τοῖς ματαίοις ἀναπλασμοῖς ἑστιᾷν τὴν διά νοιαν· νῦν δὲ τί; Φιλία παρεστήσατό με, καὶ πολιὰ πατρὸς ἐχειρώσατο· γῆρας φρονήσεως, προθεσμία βίου, λιμὴν ἀσφαλέστερος, καὶ φιλία πλου τοῦντος Θεῷ, καὶ πλουτίζοντος. Ἤδη γὰρ ἀποπέμπο μαι τὴν ὀργήν (ἀκουσάτωσαν πραεῖς, καὶ εὐ φρανθήτωσαν)· καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέπω τὴν τυραννήσασαν, καὶ προσγελῶ τῷ Πνεύματι, καὶ ἡ καρδία καθίσταταί μοι, καὶ ὁ λογισμὸς ἐπανέρχεται, καὶ ἡ φιλία, καθάπερ τις φλὸξ, κατασβεσθεῖσα καὶ ἀπομαρανθεῖσα, πάλιν ἐκ μικροῦ σπινθῆρος ἀναζῇ καὶ ἀνάπτεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου. Εἶπα· Οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φιλίᾳ. Καὶ ἵνα τί μοι ἐλπίζειν ἐπ' ἄνθρωπον; ὅτι πᾶς ἄνθρωπος δο λίως πορεύεται, καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ τὸν πλησίον αὐτοῦ, καὶ πάντες ἦμεν τοῦ αὐτοῦ 35.829 χοὸς καὶ φυράματος, καὶ τοῦ αὐτοῦ ξύλου τῆς κα κίας γεγεύμεθα· σκηνὴν δὲ ἄλλος ἄλλην εὐπρε πεστέραν προβέβληται; καὶ τί μοι τῆς φιλίας ἐκείνης ὄφελος, ἔλεγον, τῆς ζηλωτῆς καὶ περιβοήτου, ἀρξαμένης ἀπὸ κόσμου, καὶ προελθούσης εἰς πνεῦ μα; Τί δαὶ τῆς μιᾶς στέγης τε καὶ τραπέζης; ἢ τί τῶν κοινῶν παιδευτῶν τε καὶ παιδευμάτων; τί δαὶ τῆς ὑπὲρ ἀδελφοὺς ἀνακράσεως, ἢ τῆς γνησίας συμπνοίας ὕστερον, εἰ μηδὲ τοσοῦτον ὑπῆρξέ μοι κά τω μένειν ἐν καιρῷ δυναστείας καὶ ὕψους, ὁπότε τὸ ἐναντίον τοῖς πολλοῖς σπουδάζεται καὶ ἐπι τυγχάνεται, τὸ παραδυναστεύειν λέγω, καὶ τῆς τῶν φίλων μετέχειν εὐημερίας;

Γʹ. Τί μοι πάντα λέγειν τὰ τῆς λύπης καὶ τῆς ἀκηδίας, ἢν ζόφον ἐγὼ καλῶ, τοῦ νοῦ εὑρήματα; Καὶ γὰρ ταῦτα, καὶ τούτων ἦν ἀτοπώτερα· κατηγο ρήσω γὰρ αὐτὸς ἐγὼ τῆς ἐμῆς εἴτε ἀπονοίας εἴτε ἀνοίας. Ἀλλὰ νῦν μεταλαμβάνω καὶ μεθαρμόζομαι ὡς πολὺ τούτων καὶ ἀληθέστερα, καὶ ἡμῖν πρεπωδέ στερα. Καὶ ἵνα εἰδῇς τὸ γνήσιον τῆς ἡμετέρας μεταβολῆς, ὦ θαυμάσιε, οὐ λύεις μόνον τὴν σιωπὴν ἣν ἐμέμψω, καὶ ἧς πολλὰ κατεβόησας, ἀλλὰ καὶ συν ηγόρους ἔχεις τοὺς λόγους. Τοῦτο μὲν ἤδη τῆς ἡμετέρας φιλίας καθαρῶς, καὶ τοῦ ἐν ἡμῖν Πνεύματος. Ἀλλὰ τίς ἡ