1
Liturgia sancti Gregorii
Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ.
Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ∆έσποτα Κύριε Ἰησοῦ Χριστὲ, καὶ χαρισάμενος ἡμῖν παῤῥησίαν, τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, παραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσφέρειν σοι τὴν φοβερὰν καὶ ἀναίμακτον θυσίαν, ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημά των, καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων, εἰς ἄνεσιν καὶ ἀνάπαυσιν τῶν προκοιμηθέντων πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ στηριγμὸν παντὸς τοῦ λαοῦ σου. Ἐπίβλεψον εἰς ἐμὲ τὸν ἀχρεῖον δοῦλόν σου, καὶ ἐξάλειψόν μου τὰ παραπτώματα, διὰ τὴν σὴν εὐ σπλαγχνίαν· καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ σαρκός τε καὶ πνεύ ματος· καὶ ἀπόστησον ἀπ' ἐμοῦ πάντα λογισμὸν αἰσχρόν τε καὶ ἀσύνετον· καὶ ἁγίασόν με τῇ δυνά μει τοῦ ἁγίου σου Πνεύματος εἰς τὴν λειτουργίαν ταύτην, καὶ πρόσδεξαί με διὰ τὴν σὴν ἀγαθότητα, προσεγγίζοντα τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ εὐ δόκησον, Κύριε, δεκτὰ γενέσθαι τὰ μέλλοντα προσ αγόμενά σοι δῶρα, διὰ τῶν ἡμετέρων χειρῶν, συγκα ταβαίνων ταῖς ἐμαῖς ἀσθενείαις· καὶ μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου· μὴ βδελύξῃς με, τὴν ἐμὴν ἀναξιότητα, ἀλλ' ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου, ἵνα ἀκατακρίτως προσελθὼν κατενώπιον τῆς δόξης σου, καταξιωθῶ τῆς σκέπης σου, καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου σου Πνεύματος· καὶ μὴ ὡς δοῦλος ἁμαρτίας ἀπο δόκιμος γένωμαι, ἀλλ' ὡς δοῦλος, ὃς εὕρω* χάριν καὶ ἔλεος καὶ ἄφεσιν ἁμαρτιῶν, ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ναὶ, ∆έσποτα παντοκράτορ, παν τοδύναμε Κύριε, ἐπάκουσον τῆς δεήσεώς μου. Σὺ γὰρ εἶ ὁ τὰ πάντα ἐνεργῶν ἐν πᾶσι· καὶ τὴν παρὰ σοῦ πάντες ἐπιζητοῦμεν ἐπὶ πᾶσι βοήθειάν τε καὶ ἀντίληψιν· ὅτι φιλάνθρωπος εἶ, καὶ δεδοξασμέ νος ὑπάρχεις, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεί. 36.701 Εὐχὴ μετὰ τὴν ἑτοιμασίαν τοῦ ἁγίου θυσιαστη ρίου. ∆έσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς σωτηριώδους παρουσίας σου καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου σου Πνεύματος καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου παραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσ φέρειν καὶ λειτουργεῖν, τοῖς ἀχράντοις μυστηρίοις τῆς καινῆς σου διαθήκης. Αὐτὸς ζωοποιὲ, καὶ ἀγα θῶν χορηγὲ, ποίησον μεθ' ἡμῶν σημεῖον εἰς ἀγαθὸν, καὶ ἀξίωσον ἡμᾶς ἐν καθαρῷ συνειδότι λατρεῦσαί σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, καὶ ἐν ἁγιασμῷ ταύτην σοι τὴν θείαν προσενέγκειν λει τουργίαν, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ἀπόλαυσιν τῆς μελλούσης μακαριότητος. Μνήσθητι, ἀγαθὲ, εὐ εργέτα, βασιλεῦ τῶν αἰώνων, καὶ τῆς κτίσεως ἁπάσης δημιουργὲ, τῶν προσενεγκάντων, καὶ δι' ὧν προσήγαγον· καὶ ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐν τῇ ἱερουργίᾳ τῶν θείων σου μυστηρίων· ὅτι ηὐλόγηται, καὶ ἡγίασται, καὶ δεδόξασται, τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ἅγιον ὄνομά σου, μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος νῦν, καί.
Εὐχὴ τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσιν. ∆έσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τοῖς ἁγίοις σου
μαθηταῖς καὶ ἱεροῖς σου ἀποστόλοις εἰπὼν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύ μησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν· ὑμῶν γὰρ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει. Καὶ καταξιωθείημεν ἄρτι τοῦ ἀκοῦσαι καὶ ποιῆσαι τὰ ἅγιά σου Εὐαγγέλια, ταῖς λιταῖς