1

 2

 3

1

Testamentum

Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἴσον τῆς διαθήκης, μεταγραφὲν ἐκ τοῦ ἀρχετύπου δικαιώματος, ἐν ᾧ καὶ ἰδιόχειροι ὑπογραφαὶ σώζονται ὑπ' αὐτοῦ τε καὶ τῶν ὑπογραψάντων μαρτύρων. Ὑπατείᾳ Φλαβίου Εὐχερίου, καὶ Φλαβίου Εὐαγρίου, τῶν λαμπροτάτων, πρὸ μιᾶς

Καλανδῶν Ἰανουαρίων. Γρηγόριος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Κωνσταντίνου πόλει, ζῶν καὶ φρονῶν, καὶ ὑγιεῖ γνώσει, καὶ ἐῤῥωμένοις τοῖς λογισμοῖς, διεθέμην τὴν διαθήκην μου ταύτην· ἣν κε λεύω καὶ βούλομαι εἶναι κυρίαν καὶ βεβαίαν ἐπὶ παντὸς δικαστηρίου καὶ πάσης ἐξουσίας. Ἤδη μὲν γὰρ τὴν ἐμαυτοῦ γνώμην κατέστησα φανερὰν, καὶ πᾶσάν μου τὴν οὐσίαν καθιέρωσα τῇ καθολικῇ ἐκκλησίᾳ τῇ κατὰ Ναζιανζὸν, εἰς τὴν τῶν πτωχῶν διακονίαν, τῶν ὑπὸ τὴν προειρημένην ἐκκλησίαν. ∆ιόπερ καὶ τρεῖς προεστησάμην πτωχοτρόφους εἶναι, κατὰ ταύτην μου τὴν προαίρε σιν, Μάρκελλον τὸν διάκονον καὶ μονάζοντα, καὶ Γρηγόριον τὸν διάκονον, τὸν ἐκ τῆς οἰκίας μου γενόμενον, καὶ Εὐστάθιον τὸν μονάζοντα, τὸν καὶ αὐτὸν ἐκ τῆς οἰκίας μου γενόμενον. Καὶ νῦν δὲ τὴν αὐτὴν συνείδησιν τῇ ἁγίᾳ ἐκκλησίᾳ τῇ κατὰ Ναζιανζὸν φυλάττων, ἔχομαι τῆς αὐτῆς προαιρέσεως.

Ἐὰν οὖν συμβῇ με τέλει τοῦ βίου χρήσασθαι, ἔστω μου κληρονόμος ὁ προειρημένος Γρηγόριος ὁ διάκονος καὶ μονάζων, ὁ γενόμενος ἐκ τῆς οἰκίας μου, ὃν πάλαι ἠλευθέρωσα, ἐξ ὁλοκλήρου πάσης μου τῆς οὐσίας, κινητῆς τε καὶ ἀκινήτου, τῆς πανταχοῦ μοι ὑπαρχούσης· οἱ δὲ λοιποὶ πάντες ἔστωσάν μου ἀποκληρονόμοι. Οὕτω μέν τοι, ὥστε αὐτὸν πᾶσάν μου τὴν οὐσίαν, 156 κινητήν τε καὶ ἀκίνητον, ἀποκαταστῆσαι τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ τῇ ἐν Ναζιανζῷ, μηδὲν τὸ παράπαν ὑπεξελόμενον, πλὴν ὧν ἂν ἐν ταύτῃ τῇ διαθήκῃ μού τισιν ἰδικῶς καταλίπω, λεγάτου ἢ φιδεκομμίσσου χάριν· ἀλλὰ πάντα, ὡς προεῖπον, ἀκριβῶς ἀποσῶσαι τῇ ἐκκλησία, ἔχοντα τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν, καὶ εἰδότα ὄτι εἰς διακονίαν τῶν πτωχῶν τῆς αὐτῆς ἐκκλησίας προσέταξα πᾶσάν μου τὴν οὐσίαν προσχωρῆσαι, καὶ ἐπὶ τούτῳ αὐτὸν ἐνεστησάμην κληρονόμον, ὥστε δι' αὐτοῦ τῇ ἐκκλησίᾳ πάντα ἀπαραλείπτως ἀποσωθῆναι. Τοὺς οὖν οἰκέτας, οὒς ἠλευθέρωσα, εἴτε ἐξ ἐμῆς προαιρέσεως, εἴτε ἐξ ἐντολῶν τῶν μακαριωτάτων γονέων μου, τούτους πάντας βούλομαι καὶ νῦν ἐπ' ἐλευθερίας μένειν, καὶ τὰ πεκούλια αὐτοῖς πάντα μένειν βεβαίως καὶ ἀνενόχλητα. Ἔτι βούλομαι κατασχεῖν τὸν κληρονόμον μου Γρηγόριον τὸν διάκονον, ἅμα τῷ μονάζοντι Εὐσταθίῳ, τοὺς γενομένους ἐκ τῆς οἰκίας μού ποτε, κτῆμα ἐν Ἀριανζοῖς τὸ ἐκ τῶν Ῥηγίνου κατελθὸν εἰς ἡμᾶς. Τὰ δὲ φορβάδια καὶ τὰ πρόβατα, ὅσα ἤδη αὐτοῖς παρὼν ἐκέλευσα δοθῆναι, ὧν καὶ τὴν νομὴν αὐτοῖς καὶ τὴν δεσποτείαν παρέδωκα, ταῦτα μένειν αὐτοῖς ἀνενόχλητα βούλομαι δεσποτείας δικαίῳ. Ἔτι δὲ ἐξαιρέτως Γρηγόριον τὸν διάκονον καὶ κληρονόμον μου, γνησίως ὑπηρετήσαντά μοι, βούλομαι κατασχεῖν ἰδίῳ δεσποτείας δικαίῳ χρυσίνους τὸν ἀριθμὸν πεντήκοντα. Τῇ αἰδεσιμωτάτῃ παρθένῳ Ῥουσσιανῇ, τῇ συγγεννίδι μου, ῥητὰ ἐκέλευσα καθ' ἕκαστον ἔτος δίδοσθαι πρὸς τὸ ἐλευθερίως αὐτὴν διάγειν· ἅπερ βούλομαι καὶ κελεύω πάντα κατὰ τὸν τύπον, ὃν προσέταξα, ἀνυπερθέτως αὐτῇ δίδοσθαι καθ' ἔτος.

Περὶ δὲ οἰκήσεως αὐτῆς, τότε μὲν οὐδὲν διεταξάμην, μὴ εἰδὼς ποῦ μᾶλλον ἀρεστόν ἐστιν αὐτῇ διάγειν· νῦν δὲ καὶ τοῦτο βούλομαι, ὥστε, ἐν οἵῳ ἂν ἐπιλέξηται