1

 2

 3

 4

 5

 6

 7

1

Ad Ablabium quod non sint tres dei

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΤΟΥ ΜΗ ΟΙΕΣΘΑΙ ΛΕΓΕΙΝ ΤΡΕΙΣ ΘΕΟΥΣ ΠΡΟΣ ΑΒΛΑΒΙΟΝ

Ὑμᾶς μὲν δίκαιόν ἐστι, τοὺς ἀκμάζοντας ἐν πάσῃ δυνάμει κατὰ τὸν ἔσω

ἄνθρωπον, πρὸς τοὺς ἐναντίους τῆς ἀληθείας διαγωνίζεσθαι καὶ μὴ κατοκνεῖν πρὸς τοὺς πόνους, ὅπως ἂν ἡμεῖς οἱ πατέρες τοῖς γενναίοις ἱδρῶσι τῶν τέκνων ἐπευ φραινώμεθα· τοῦτο γὰρ ὁ τῆς φύσεως ὑποτίθεται νόμος· ἐπεὶ δὲ ἀναστρέψας τὴν τάξιν ἐφ' ἡμᾶς τρέπεις τὰς προσ βολὰς τῶν ἀκίδων, αἷς οἱ ἀντικείμενοι τῇ ἀληθείᾳ βάλλουσι, καὶ κελεύεις τῷ θυρεῷ τῆς πίστεως παρ' ἡμῶν τῶν γερόντων κατασβέννυσθαι τοὺς ἐρημικοὺς ἄνθρακας καὶ ἀποπέμπεσθαι τὰ ἠκονημένα τῆς ψευδωνύμου γνώσεως βέλη, δεχόμεθα τὸ ἐπίταγμα, σοὶ τύπος τῆς εὐπειθείας γινόμενοι, ὡς ἂν καὶ αὐτὸς ἡμῖν ἀντιπαρέχοις τὴν ἴσην ἐπὶ τῶν ὁμοίων ἐπιταγ μάτων ἀντίδοσιν, εἴ ποτέ σε πρὸς τοὺς τοιούτους ἄθλους διαναστήσαιμεν, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιῶτα Ἀβλάβιε. 3,1.38 Ἔστι δὲ οὐ μικρὸς οὗτος ὁ λόγος ὃν προέτεινας ἡμῖν οὐδὲ τοιοῦτος ὡς ὀλίγην φέρειν ζημίαν, εἰ μὴ τῆς προσηκούσης ἐξετάσεως τύχοι. ἀνάγκη γὰρ ἐκ τῆς βίας τοῦ ἐρωτήματος ἑνὶ πάντως τῶν ἀπεμφαινόντων συνενεχθῆναι κατὰ τὸν πρόχει ρον νοῦν καὶ ἢ τρεῖς λέγειν θεούς, ὅπερ ἀθέμιτον, ἢ μὴ προσ μαρτυρεῖν τῷ υἱῷ καὶ τῷ πνεύματι τὴν θεότητα, ὅπερ ἀσεβές τε καὶ ἄτοπον. τὸ δὲ λεγόμενον παρὰ σοῦ τοιοῦτόν ἐστιν· Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἐν μιᾷ ὄντες τῇ ἀνθρωπότητι, τρεῖς ἄνθρωποι λέγονται· καὶ οὐδὲν ἄτοπον τοὺς συνημμένους κατὰ τὴν φύσιν, εἰ πλείους εἶεν, ἐκ τοῦ τῆς φύσεως ὀνόματος πληθυντικῶς ἀριθμεῖσθαι. εἰ οὖν ἐκεῖ τοῦτο δίδωσιν ἡ συνήθεια καὶ ὁ ἀπαγορεύων οὐκ ἔστι δύο λέγειν τοὺς δύο καὶ τρεῖς τοὺς ὑπὲρ δύο, πῶς, ἐπὶ τῶν μυστικῶν δογμάτων τὰς τρεῖς ὑποστάσεις ὁμολογοῦντες καὶ οὐδεμίαν ἐπ' αὐτῶν τὴν κατὰ φύσιν διαφορὰν ἐννοοῦντες, μαχόμεθα τρόπον τινὰ τῇ ὁμολογίᾳ, μίαν μὲν τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος λέγοντες, τρεῖς δὲ θεοὺς λέγειν ἀπαγορεύοντες; Ὁ μὲν οὖν λόγος, καθὰ προέφην, πολὺ τὸ δυσμεταχεί ριστον ἔχει· ἡμεῖς δέ, εἰ μέν τι τοιοῦτον εὕροιμεν, δι' οὗ τὸ ἀμφίβολον τῆς διανοίας ἡμῶν ἐρεισθήσεται, μηκέτι πρὸς τὸ διλήμματον τῆς ἀτοπίας ἐπιδιστάζον καὶ κραδαινόμενον, 3,1.39 εὖ ἂν ἔχοι· εἰ δὲ καὶ ἀτονώτερος ἐλεγχθείη τοῦ προβλήματος ὁ ἡμέτερος λόγος, τὴν μὲν παράδοσιν ἣν παρὰ τῶν πατέρων διεδεξάμεθα φυλάξομεν εἰς ἀεὶ βεβαίαν τε καὶ ἀκίνητον, τὸν δὲ συνήγορον τῆς πίστεως λόγον παρὰ τοῦ κυρίου ζητήσομεν· ὃς εἰ μὲν εὑρεθείη παρά τινος τῶν ἐχόντων τὴν χάριν, εὐχαριστήσομεν τῷ δεδωκότι τὴν χάριν· εἰ δὲ μή, οὐδὲν ἧττον ἐπὶ τῶν ἐγνωσμένων τὴν πίστιν ἀμετάθετον ἕξομεν. Τί δήποτε τοίνυν ἐν τῇ καθ' ἡμᾶς συνηθείᾳ καθ' ἕνα τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυμένους ἀπαριθμήσαντες πληθυντι κῶς ὀνομάζομεν, τοσούσδε λέγοντες τοὺς ἀνθρώπους καὶ οὐχὶ ἕνα τοὺς πάντας, ἐπὶ δὲ τῆς θείας φύσεως ἐκβάλλει τὸ πλῆθος τῶν θεῶν ὁ τοῦ δόγματος λόγος, καὶ ἀριθμῶν τὰς ὑποστάσεις καὶ τὴν πληθυντικὴν σημασίαν οὐ προσδεχόμενος;

Ἔστι μὲν οὖν κατὰ τὸ πρόχειρον τοῦτο τοῖς ἁπλουστέροις εἰπόντα δόξαι τι λέγειν, ὅτι φεύγων ὁ λόγος τῆς Ἑλληνικῆς πολυθεΐας τὴν ὁμοιότητα θεοὺς ἐν πλήθει ἀριθμεῖν παρῃτή σατο, ὡς ἂν μή τις καὶ τῶν δογμάτων νομισθείη κοινότης, εἰ μὴ μοναδικῶς ἀλλὰ πληθυντικῶς καὶ παρ' ἡμῶν ἀριθμοῖτο τὸ θεῖον καθ' ὁμοιότητα τῆς παρ' αὐτοῖς συνηθείας. τοῦτο δὲ τοῖς μὲν ἀκεραιοτέροις λεγόμενον ἴσως ἄν τι δόξειε λέγεσθαι, ἐπὶ δέ γε τῶν τὸ ἕτερον αὐτοῖς τῆς προτάσεως στῆναι ζητούντων ἢ μὴ ὁμολογεῖν ἐπὶ τῶν τριῶν τὴν θεότητα ἢ τρεῖς πάντως ὀνομάζειν τοὺς τῆς αὐτῆς