1

 2

 3

 4

 5

1

Ad Eustathium de sancta trinitate

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΕΥΣΤΑΘΙΟΝ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑ∆ΟΣ

Ἔστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλάνθρωπον τὸ

ἐπιτήδευμα καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων ὁ τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος, εἴπερ τὸ πάντων προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθ' ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη. ἀλλὰ σοὶ διαφερόντως περιδέξιός ἐστιν ἡ ἐπιστήμη καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστη μάτων ἐπινοῶν τὴν διόρθωσιν. ταῦτα δὲ λέγω οὐ μόνον ταῖς τῶν πολλῶν φήμαις ἑπόμενος, ἀλλὰ καὶ τῇ κατ' ἐμαυτὸν διδαχθεὶς πείρᾳ ἐν πολλοῖς τε ἄλλοις καὶ διαφερόντως νῦν ἐν τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ, ἣν ῥεύματος πο νηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν τῆς καρδίας ἡμῶν 3,1.4 τῇ ἐπαντλήσει τῶν παρηγορικῶν λόγων διαφορήσας. ἐγὼ γὰρ πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν καὶ ποικίλην καθ' ἡμῶν ἐπιχείρησιν ἀποβλέπων σιωπᾶν ᾤμην δεῖν καὶ δέχεσθαι καθ' ἡσυχίαν τὰ ἐπαγόμενα μηδὲ ἀνταίρειν τοῖς καθωπλισ μένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν αἰχμὴν εἰσωθοῦντι· σὺ δὲ καλῶς ποιῶν μὴ καταπροδιδόναι τὴν ἀλήθειαν ἐνεκελεύσω, ἀλλὰ διελέγ χειν τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ παραβλαβεῖεν κατευημεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους.

Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθ' ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφά σεως ἀναιρεῖν τὸν μηδὲν προλυπήσαντα, τοῦ δὲ ἀρνίου πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰτίαν εὐχερῶς διαλύοντος μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾶν· οὕτως οἷς τὸ καθ' ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τὸ δοκεῖν ἄνευ αἰτίας μισεῖν αἰτίας πλάττουσι καθ' ἡμῶν καὶ ἐγκλήματα καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετ' ὀλίγον δὲ ἄλλο καὶ αὖθις ἕτερον τῆς καθ' ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσιν. βέβηκε δὲ αὐτοῖς ἐπ' οὐδενὸς ἡ κακία, ἀλλ' ὅταν τούτου τοῦ 3,1.5 ἐγκλήματος ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται καὶ ἀπ' ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον· κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα, τοῦ μισεῖν οὐκ ἀφίστανται. τρεῖς θεοὺς πρεσβεύεσθαι παρ' ἡμῶν αἰτιῶνται καὶ περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. ἀλλ' ὑπερμάχεται ἡμῶν ἡ ἀλήθεια καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας δεικνύντων ἡμῶν ὅτι ἀναθεματίζεται παρ' ἡμῶν πᾶς ὁ τρεῖς λέγων θεοὺς καὶ οὐδὲ Χριστιανὸς εἶναι κρίνεται. ἀλλ' ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθ' ἡμῶν ὁ Σαβέλλιος καὶ ἡ ἐξ ἐκείνου νόσος ἐπιθρυλλεῖται τῷ ἡμετέρῳ λόγῳ. καὶ πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον, τὴν ἀλήθειαν, προβαλλόμεθα δεικνύντες, ὅτι ἐπίσης τῷ Ἰουδαϊ σμῷ καὶ τὴν τοιαύτην αἵρεσιν φρίττομεν. Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα· ἀλλὰ καινοτομίαν ἡμῖν προφέ ρουσιν, οὕτως τὸ ἔγκλημα καθ' ἡμῶν συντιθέντες· τρεῖς ὑποστάσεις ὁμολογοῦντας μίαν ἀγαθότητα, μίαν δύναμιν καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. καὶ οὐκ ἔξω τοῦτο τῆς ἀληθείας