1
Ad Simplicium de fide
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΣΙΜΠΛΙΚΙΟΝ ΠΕΡΙ ΠΙΣΤΕΩΣ Σιμπλικίῳ τριβούνῳ Γρηγόριος περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου
πνεύματος
Κελεύει ὁ θεὸς διὰ τοῦ προφήτου μηδένα πρόσφατον θεὸν εἶναι νομίζειν μηδὲ προσκυνεῖν θεῷ ἀλλοτρίῳ. οὐκοῦν δῆλόν ἐστιν, ὅτι πρόσφατον λέγεται ὃ μὴ ἐξ ἀϊδίου ἐστίν. καὶ ἐκ τοῦ ἐναντίου πάλιν ἀΐδιον λέγεται ὃ μὴ πρόσ φατόν ἐστιν. ὁ τοίνυν μὴ ἐξ ἀϊδίου τὸν μονογενῆ θεὸν ἐκ τοῦ πατρὸς εἶναι πιστεύων πρόσφατον εἶναι αὐτὸν οὐκ ἀρνεῖται· τὸ γὰρ μὴ ἀΐδιον πρόσφατον πάντως. πᾶν δὲ τὸ πρόσφατον θεὸς οὐκ ἔστιν, καθὼς εἶπεν ἡ γραφὴ ὅτι Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος. ἄρα ὁ λέγων ὅτι ποτὲ οὐκ ἦν ὁ υἱὸς ἀρνεῖται αὐτοῦ τὴν θεότητα. πάλιν ἀλλότριον θεὸν προσκυ νεῖν κωλύει ὁ λέγων Οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. ὁ δὲ ἀλλότριος τῇ πρὸς τὸν ἴδιον ἡμῶν θεὸν ἀντιδιαστολῇ θεωρεῖται. τίς οὖν ὁ ἴδιος ἡμῶν ἐστι θεός; δῆλον ὅτι ὁ ἀληθινὸς θεός. τίς δὲ ὁ ἀλλότριος; πάντως ὁ τῆς τοῦ ἀληθινοῦ 3,1.62 θεοῦ φύσεως ἀλλοτρίως ἔχων. εἰ οὖν ἴδιος ἡμῶν θεὸς ὁ ἀληθινός ἐστι θεός, ἐὰν μὴ ᾖ τῆς τοῦ ἀληθινοῦ φύσεως ὁ μονογενὴς θεός, καθὼς λέγουσιν οἱ αἱρετικοί, ἀλλότριός ἐστι καὶ οὐχ ἡμέτερος. λέγει δὲ τὸ εὐαγγέλιον ὅτι τὰ πρόβατα ἀλλοτρίῳ οὐ μὴ ὑπακούσῃ. ὁ λέγων κτιστὸν αὐτὸν εἶναι ἀλλότριον τῆς τοῦ ἀληθινοῦ θεοῦ φύσεως εἶναι κατασκευάζει. τί οὖν ποιήσουσιν οἱ λέγοντες ὅτι κτιστός ἐστιν; προσκυνοῦσι τὸν κτιστὸν αὐτῶν θεὸν ἢ οὐχί; εἰ μὲν γὰρ οὐ προσκυνοῦσιν, ἰουδαΐζουσιν ἀρνούμενοι τοῦ Χριστοῦ τὴν προσκύνησιν· εἰ δὲ προσκυνοῦσιν, εἰδωλολατροῦσι· τὸν γὰρ ἀλλότριον τοῦ ἀληθινοῦ θεοῦ προσκυνοῦσιν. ἀλλὰ μὴν ἐπίσης ἀσεβὲς καὶ μὴ προσκυνεῖν τὸν υἱὸν καὶ προσκυνεῖν τὸν ἀλλότριον θεόν. χρὴ ἄρα τοῦ ἀληθινοῦ πατρὸς ἀληθινὸν τὸν υἱὸν λέγειν, ἵνα καὶ προσκυνῶμεν αὐτὸν καὶ μὴ κατακριθῶμεν ὡς ἀλ λότριον προσκυνοῦντες θεόν.
Πρὸς δὲ τοὺς λέγοντας τὸ ἐκ τῆς παροιμίας ὅτι Κύριος ἔκτισέ με καὶ διὰ τοῦτο νομίζοντας ἰσχυρόν τι λέγειν περὶ τοῦ κτιστὸν εἶναι τὸν πάντων κτίστην καὶ δημιουργὸν ταῦτα προσήκει λέγειν ὅτι πολλὰ δι' ἡμᾶς ἐγένετο ὁ μονο γενὴς θεός· καὶ γὰρ καὶ λόγος ὢν σὰρξ ἐγένετο καὶ θεὸς ὢν ἄνθρωπος ἐγένετο καὶ ἀσώματος ὢν σῶμα ἐγένετο καὶ ἔτι πρὸς τούτοις καὶ ἁμαρτία καὶ κατάρα καὶ λίθος καὶ ἀξίνη καὶ ἄρτος καὶ πρόβατον καὶ ὁδὸς καὶ θύρα καὶ πέτρα καὶ πολλὰ τοιαῦτα ἐγένετο οὐδὲν τούτων τῇ φύσει ὤν, 3,1.63 ἀλλὰ δι' ἡμᾶς κατ' οἰκονομίαν γενόμενος. ὥςπερ οὖν λόγος ὢν δι' ἡμᾶς ἐγένετο σὰρξ καὶ θεὸς ὢν ἄνθρωπος ἐγένετο, οὕτω καὶ κτίστης ὢν δι' ἡμᾶς κτίσις ἐγένετο· κτιστὴ γὰρ ἡ σάρξ. ὡς οὖν εἶπε διὰ τοῦ προφήτου ὅτι Οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον αὐτοῦ, οὕτως εἶπε καὶ διὰ τοῦ Σολομῶντος τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πᾶσα γὰρ ἡ κτίσις δουλεύει, καθώς φησιν ὁ ἀπόστολος. οὐκοῦν καὶ ὁ ἐν τῇ κοιλίᾳ τῆς παρθένου πλασθεὶς κατὰ τὸν λόγον τοῦ προφήτου ὁ δοῦλός ἐστιν, οὐχ ὁ κύριος, τουτέστιν ὁ κατὰ σάρκα ἄνθρωπος, ἐν ᾧ ὁ θεὸς ἐφανερώθη, καὶ ἐνταῦθα ὁ κτισθεὶς εἰς ἀρχὴν ὁδῶν αὐτοῦ οὐχ ὁ θεός ἐστιν ἀλλ' ὁ ἄνθρωπος, ἐν ᾧ ἡμῖν ὁ θεὸς ἐφανερώθη ἐπὶ τῷ τὴν καταφθαρεῖσαν ὁδὸν τῆς ἀνθρωπίνης σωτηρίας πάλιν ἀνανεώσασθαι. ὥστε ἐπειδὴ δύο περὶ Χριστοῦ γινώ σκομεν, τὸ μὲν θεῖον τὸ δὲ ἀνθρώπινον (ἐν μὲν τῇ φύσει τὸ θεῖον, ἐν δὲ τῇ οἰκονομίᾳ τὸ κατὰ ἄνθρωπον), ἀκολούθως τὸ μὲν ἀΐδιον τῇ θεότητι προσμαρτυροῦμεν, τὸ δὲ κτιστὸν τῇ ἀνθρωπίνῃ λογιζόμεθα φύσει. ὡς γὰρ κατὰ τὸν προ φήτην ἐν τῇ κοιλίᾳ ἐπλάσθη δοῦλος, οὕτως καὶ κατὰ τὸν Σολομῶντα διὰ τῆς δουλικῆς ταύτης κτίσεως ἐν σαρκὶ ἐφανερώθη. Ὅταν δὲ λέγωσιν ὅτι εἰ ἦν,