1
Ad Theophilum adversus Apollinaristas
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΘΕΟΦΙΛΟΝ ΚΑΤΑ ΑΠΟΛΙΝΑΡΙΣΤΩΝ
Ἀδελφῷ καὶ συλλειτουργῷ Θεοφίλῳ Γρηγόριος
Οὐ μόνης ἐστὶ τῆς κοσμικῆς σοφίας εὔπορος ἡ μεγάλη τῶν Ἀλεξανδρέων πόλις, ἀλλὰ καὶ τῆς ἀληθινῆς [τῆς ὄντως] σοφίας παρ' ὑμῖν ἐξ ἀρχαίου βρύουσιν αἱ πηγαί. διό μοι δοκεῖ καλῶς ἔχειν, παρ' οἷς πλέων ἡ πρὸς τὸ ἀγαθόν ἐστι δύναμις, παρὰ τούτων γίνεσθαι τῆς κατὰ τὸ μυστήριον ἀληθείας τὴν συμμαχίαν. φησὶ γάρ που καὶ τὸ ὑψηλὸν εὐαγγέλιον ὅτι Ὧι πολὺ ἐδόθη, οὗτος τὸ πλέον ἀπαιτηθή σεται. οὐκοῦν δίκαιος ἂν εἴης πᾶσαν τὴν ἐκ τῆς θείας χάριτος προσοῦσαν σοί τε καὶ τῇ ἐκκλησίᾳ σου δύναμιν ἀντιστῆσαι τῇ ψευδωνύμῳ γνώσει τῶν κατὰ τῆς ἀληθείας ἀεί τι καινὸν ἐφευρισκόντων, δι' ὧν τέμνεται μὲν ἡ κατὰ θεὸν συμφωνία, σιγᾶται δὲ τὸ μέγα καὶ σεβάσμιον ὄνομα τῶν 3,1.120 Χριστιανῶν· πρὸς δὲ τὰς ἀνθρωπίνας προσηγορίας ἡ ἐκκλησία καταμερίζεται· καὶ τὸ πάντων δεινότατον, ὅτι χαίρουσιν οἱ ἄνθρωποι τοῖς πρὸς τὴν πλάνην καθηγουμένοις ἐπονομαζόμενοι. εἰ μὲν οὖν ἦν δυνατὸν καθόλου τὴν προ φητικὴν εὐχὴν εἰς πέρας ἐλθεῖν καὶ ἐκλείπειν τοὺς ἁμαρτω λοὺς ἀπὸ τῆς γῆς καὶ τοὺς ἀνόμους, ὥστε μὴ ὑπάρχειν αὐτούς, ἦν ἂν τὸ τοιοῦτον τῷ παντὶ προτιμότερον. ἐπειδὴ δὲ οἱ λόγοι τῶν ἀνόμων ὑπερισχύουσιν ἐν τῇ τοῦ ἀντικει μένου ἐνεργείᾳ τὴν κατὰ τῆς ἀληθείας ἔχοντες δύναμιν, ἀγαπητὸν ἂν εἴη ἐλαττῶσαι γοῦν τὰ κακὰ καὶ κωλῦσαι πρὸς πλέον προϊοῦσαν τὴν τῶν χειρόνων ἐπαύξησιν.
Τί οὖν ἐστιν ὅ φημι; οἱ τῶν Ἀπολιναρίου δογμάτων προιστάμενοι διὰ τῆς καθ' ἡμῶν μέμψεως κρατύνειν ἐπι χειροῦσι τὰ ἴδια, σάρκινον τὸν λόγον καὶ δημιουργὸν τῶν αἰώνων τὸν τοῦ ἀνθρώπου υἱὸν καὶ θνητὴν τοῦ υἱοῦ κατα σκευάζοντες τὴν θεότητα. προφέρουσι γὰρ ὡς τινῶν τῶν κατὰ τὴν καθολικὴν ἐκκλησίαν δύο πρεσβευόντων υἱοὺς ἐν τῷ δόγματι, τὸν μὲν κατὰ φύσιν ὄντα, τὸν δὲ κατὰ θέσιν ὕστερον προσγενόμενον (οὐκ οἶδα παρ' ὅτου τὸ τοιοῦτον 3,1.121 ἀκηκοότες καὶ πρὸς ποῖον διαπληκτιζόμενοι πρόσωπον· οὔπω γὰρ ἔγνων τὸν ταῦτα παραφθεγξάμενον)πλὴν ἐπειδὴ ταύτην προστησάμενοι καθ' ἡμῶν τὴν ὑπόθεσιν διὰ τοῦ δοκεῖν τῇ ἀτοπίᾳ ταύτῃ συμπλέκεσθαι τὰς ἑαυτῶν ὑπολήψεις κρατύνουσιν, καλῶς ἂν ἔχοι τὴν σὴν ἐν Χριστῷ τελειότητα, καθὼς ἄν σοι ἐπὶ νοῦν ἀγάγῃ τὸ πνεῦμα τὸ ἅγιον, ἐκκόψαι τὰς ἀφορμὰς τῶν ζητούντων τὰς καθ' ἡμῶν ἀφορμὰς καὶ πεῖσαι τοὺς ταῦτα συκοφαντικῶς ἐπικα λοῦντας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ὅτι οὔτε ἔστι δόγμα τοιοῦτον ἐν Χριστιανοῖς οὔτε κηρυχθήσεται. οὐ γάρ, ἐπειδὴ ὁ τῶν αἰώνων ποιητὴς ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, διὰ τοῦτο δύο υἱοὶ κατὰ τὴν ἐκκλησίαν ἀριθμοῦνται, εἷς ὁ ποιητὴς τῶν αἰώνων καὶ ἄλλος ὁ ἐπὶ τῷ τέλει τῶν αἰώνων διὰ σαρκὸς φανερωθεὶς τῇ ἀνθρωπίνῃ ζωῇ. εἰ γάρ τις τὴν οἰκονομικὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ διὰ σαρκὸς ἐπιφάνειαν εἰς ἑτέρου υἱοῦ κα τασκευὴν λαμβάνοι, οὗτος, ἀριθμήσας [καὶ] πάσας τὰς τοῖς ἁγίοις γεγενημένας θεοφανείας <τὰς> πρό τε τῆς κατὰ 3,1.122 σάρκα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ φανερώσεως καὶ τὰς μετὰ ταῦτα πάλιν τοῖς ἀξίοις γεγενημένας, κατὰ τὸν ἀριθμὸν τῆς θεϊκῆς ἐπιφανείας υἱῶν πλῆθος εἶναι κατασκευάσει καὶ ἔσται αὐτῷ εἷς μὲν υἱὸς ὁ τῷ Ἀβραὰμ χρηματίσας, ἕτερος δὲ ὁ ἐπιφανεὶς τῷ Ἰσαάκ· καὶ ὁ τῷ Ἰακὼβ συμμαχήσας ἕτερος· καὶ ἄλλος ὁ τῷ Μωυσῇ φανεὶς ἐν διαφόροις ἐπιφανείαις, ἐν φωτί, ἐν γνόφῳ, ἐν στύλῳ νεφέλης, ἐν τῇ κατενώπιον ὄψει, ἐν τοῖς ὀπισθίοις. ἄλλος πάλιν υἱὸς ὁ τῷ διαδόχῳ τοῦ Μωυσέως