1

 2

 3

 4

 5

 6

 7

 8

1

De creatione hominis sermo alter (recensio C) [Sp.]

41a Ὁ μὲν σοφὸς Σολομὼν οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ' ἐν διδα κτοῖς πνεύματος ἁγίου σοφισθείς, ἐν τοῖς ἀρτίως ἡμῖν ἀνεγνωσμένοις ἀποσεμνύνων τὸν ἄνθρωπον ἐβόα λέγων· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. ἐγὼ δὲ ματαίως ἄρα κατ' ἐμαυτὸν ἐσκόπουν, ἅ τε εἶχον ἐν τῇ ἐμαυτοῦ διανοίᾳ καὶ ἃ παρὰ τῆς γραφῆς δεδιδαγμένος ἤμην περὶ τοῦ ἀνθρώπου. ἐλογιζόμην γὰρ ὅτι πῶς μέγα ἄνθρωπος, τὸ ἐπίκηρον ζῷον τὸ μυρίοις πάθεσιν ὑποκείμενον, τὸ ἐκ γενετῆς εἰς γῆρας μυρίων κακῶν ἑσμὸν ἐξαντλοῦν, περὶ οὗ καὶ τῇ γραφῇ λέλεκται· Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; καὶ ὁ μὲν ψαλμῳδὸς καταφρονεῖ τούτου ὡς εὐτελοῦς ζῴου, ἡ δὲ παροιμία ἀποσεμνύνει ὡς μέγα τι τὸν ἄνθρωπον. ἀλλά μοι τὴν τοιαύτην διαπόρησιν ἔλυσεν ἡ ἱστορία τῆς γενέσεως τοῦ 42a ἀνθρώπου ἀναγνωσθεῖσα. ἠκούομεν γὰρ νῦν ὅτι Ὁ θεὸς ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. εὗρον τοίνυν ἐγὼ ἀπὸ τοῦ ῥήματος τούτου ἀμφότερα, καὶ ὅτι οὐδὲν ἄνθρωπος καὶ ὅτι μέγα ἄνθρωπος. εἰ μὲν γὰρ πρὸς τὴν φύσιν μόνην ἀποβλέψεις ἐξ ἧς γεγένηται, τὸ μηδέν σοι φανεῖται καὶ τοῦ μηδενὸς ἄξιος, εἰ δὲ πρὸς τὴν τιμὴν ἣν ἐτιμήθης, μέγα ἄνθρωπος. ποίαν ταύτην; σύγκρινον ἀνθρώπου γένεσιν καὶ τῶν ἄλλων ἁπάντων· Εἶπεν ὁ θεός Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτω στερέωμα, καὶ ὁ μέγας οὐρανὸς ἄνωθεν ἡμῖν ὑπερτέταται λόγῳ μόνῳ παραχθείς. ἀστέρες καὶ ἥλιος καὶ σελήνη καὶ πάντα, ὅσα ὀφθαλμῷ τε θεωροῦμεν καὶ νῷ καταλαμβάνομεν, ῥήματι ἔσχε τὸ εἶναι. θάλασσα καὶ γῆ καὶ ἡ ἐν αὐτοῖς διακόσμησις, ζῴων γένη παντοδαπά, φυτῶν διάφοροι ποικιλίαι, πάντα προστάγματι γέγονεν. ἄνθρωπος δὲ οὐχ οὕτως. οὐ γὰρ ἐλέχθη· γενηθήτω ἄνθρωπος, 43a ἀλλὰ πλεῖόν τι ἐν τούτῳ καθορᾶται· ὑπὲρ φῶς, ὑπὲρ οὐρανόν, ὑπὲρ φωστῆρας, ὑπὲρ πάντα ἡ ἀνθρώπου γένεσις.

Ἔλαβε, γάρ φησιν, ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. ἰδίᾳ χειρὶ καταξιοῖ διαπλάσαι τὸ ἡμέτερον σῶμα. οὐκ ἄγγελος ὑπηρετήσατο εἰς τὴν πλάσιν, οὐχ ἡ γῆ αὐτομάτως ἡμᾶς ἐξέβρασεν ὡς τοὺς τέττιγας, οὐ λειτουργοῖς τισι καὶ διακονηταῖς ἐχρήσατο πρὸς τὸ ποιήμα, ἀλλ' ἰδίᾳ χειρὶ φιλοτεχνεῖ Χοῦν λαβὼν ἀπὸ τῆς γῆς. ὅταν μὲν οὖν πρὸς τὸ ληφθὲν ἀπίδῃς, εἰκότως ἐρεῖς· Τί ἐστιν ἄνθρωπος; ὅταν δὲ τὸν πλάσαντα καὶ τὴν τούτου αὐτουργίαν κατανοήσῃς, πάλιν μεταβαλὼν ἀποφανῇ ἐνδιαθέτως ὅτι Μέγα ἄνθρωπος, τὸ μὲν διὰ τὴν ὕλην, ἐξ ἧς κατεσκεύασται, ὡς οὐδέν τι κατὰ τὴν ἰδίαν φύσιν λογιζόμενος, τὸ δὲ διὰ τὴν τιμήν, ἣν τετίμηται, ὡς μέγα ἐν ἀληθείᾳ διὰ τὸ Κατ' εἰκόνα καὶ τὸ Καθ' ὁμοίωσιν κρινόμενος. Καὶ ἔλαβεν ὁ θεός. ἀλλὰ πῶς ἐκεῖ μὲν ἐν τοῖς κατόπιν· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἐνταῦθα δὲ ἄνωθεν πάλιν ἀνθρώπου γένεσις ἱστορεῖται, ὡς μήπω μηδὲν περὶ ἀνθρώπου δεδιδαγμένων τάχα ἡμῶν; λέγει γάρ· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. ἤδη τινὲς ἔφασαν τὸ μὲν Ἔπλασεν ἐπὶ τοῦ σώματος εἰρῆσθαι, τὸ δὲ Ἐποίησεν ἐπὶ τῆς 44aψυχῆς, καὶ ἴσως οὐκ ἔξω τῆς ἀληθείας ὁ λόγος. ὅπου μὲν γὰρ ἡ τοῦ τελείου ἀνθρώπου ποίησις εἴρηται καὶ ὅτι Κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, τὸ Ἐποίησε γέγραπται· ὅπου δὲ λοιπὸν περὶ τῆς σωματικῆς ἡμῶν ὑποστάσεως καὶ τῆς πλάσεως διηγεῖται, τὸ Ἔπλασεν εἴρηται. διαφορὰν δὲ ποιήσεως καὶ πλάσεως καὶ ὁ ψαλμῳδὸς ἐδίδαξεν εἰπών· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. ἐποίησαν τὸν ἔσω ἄνθρωπον, ἔπλασαν τὸν ἔξω. καὶ γὰρ πρέπει ἡ μὲν πλάσις πηλῷ, ἡ δὲ ποίησις τῷ Κατ' εἰκόνα· ὥστε ἐπλάσθη μὲν ἡ σάρξ, ἐποιήθη δὲ ἡ ψυχή. πρῶτον μὲν εἰπὼν περὶ ψυχῆς ὑποστά σεως νῦν περὶ τῆς τοῦ σώματος διαπλάσεως ἡμῖν διαλέγεται. ἔχε καὶ τοῦτον τὸν λόγον. τίς δὲ ἕτερος; ὅτι τὰ μὲν ἐν κεφαλαίῳ λέγεται, τὰ δὲ κατὰ τὸν τρόπον ὃν γέγονεν ἡμῖν παραδίδοται. ἄνωθεν μὲν οὖν ὅτι 45aἐποίησεν, ὧδε δὲ καὶ πῶς ἐποίησεν. εἰ γὰρ ἁπλῶς εἶπεν ὅτι ἐποίησεν, οὐκ ἐνδιέτριψε δὲ τῷ τρόπῳ τῆς ποιήσεως, ἐλογίζετο ἂν <ἄνθρωπος> ὡς τὰ κτήνη,