1
De creatione hominis sermo primus (recensio C) [Sp.]
2a Παλαιοῦ χρέους ἔκτισιν ἀποπληρώσων ἥκω, οὗ τὴν ἀπόδοσιν ἀνεβαλόμην οὐκ ἀγνωμοσύνῃ προαιρέσεως ἀλλ' ἀσθενείᾳ σώματος, χρέος ἀναγκαιότατον καὶ ὀφειλόμενον ὑμῶν τῇ ἀκροάσει. καὶ γὰρ ἂν εἴη ἄδικον τὰ περὶ θηρίων καὶ νηκτῶν καὶ κτηνῶν καὶ πτηνῶν, οὐρανοῦ τε καὶ τῶν κατ' οὐρανόν, περί τε γῆς καὶ τῶν ἐν τῇ γῇ διδαχθέντας ἡμᾶς μὴ καὶ τὰ περὶ τῆς ἡμετέρας γενέσεως ἐκ τῆς θεοπνεύστου 3a γραφῆς φωτισθῆναι. ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ ἡμῶν τὰ ἔξω βλέ ποντες ἑαυτοὺς οὐχ ὁρῶσιν, ἐὰν μή που λείου τινὸς ἅψωνται στε ρεοῦ κἀκεῖθεν ἀνακλασθεῖσα ἡ ὄψις ὥσπερ ἀπὸ παλιρροίας ὁρᾶν αὐτοὺς ποιήσῃ τὰ ἑαυτῶν κατόπιν, οὕτως καὶ ὁ νοῦς ὁ ἡμέτερος ἄλλως ἑαυτὸν οὐ βλέπει, ἐὰν μὴ ταῖς γραφαῖς ἐγκύψῃ. τὸ γὰρ ἐνταῦθα φῶς ἀνακλώμενον τοῦ καθορᾶσθαι ἕκαστον ἡμῶν αἴτιον γίνεται, ἐπεὶ ἀσύνετοί ἐσμεν ἑαυτῶν καὶ ἀπερίοπτοι ἔτι τῆς ἡμετέρας κατα σκευῆς ὅπερ ἐσμὲν καὶ τί ἐσμεν ἀγνοοῦντες. ἀμελέστατα γὰρ ἑαυτῶν διακείμεθα τῶν προχείρων τῆς κτίσεως καὶ τῶν μικροτάτων τῶν ἐν ἡμῖν γνῶσιν οὐκ ἔχοντες. καίτοι πολλαὶ πραγματεῖαι περὶ τὸ σῶμα τὸ ἡμέτερον καὶ οὐκ ὀλίγοι τῶν πρὸ ἡμῶν περὶ τοῦτο τὴν πᾶσαν ἑαυτῶν σπουδὴν 4aκατηνάλωσαν, κἂν ἰατρικὴν ἐπέλθῃς, ἑυρήσεις ὅσα περὶ τῆς χρείας τῶν ἡμετέρων μορίων ἡμῖν διηγεῖται, ὅσας περὶ τῆς ἔνδοθεν ἡμῶν κατα σκευῆς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐξεῦρε κεκρυμμένας ὁδοὺς συνυπαρχούσας ἐν τῷ ἀφανεῖ καὶ διαφόρους ἐνεργείας πρὸς μίαν σύμ πνοιαν τὴν τοῦ σώματος· ὀχετοὺς πνεύματος, ὑδραγωγίας αἵματος, ἀναπνοῆς ὁλκήν, οἴκησιν ἑστίας τοῦ θερμοῦ ἐπὶ τῆς καρδίας, κίνησιν διαρκῆ τοῦ περικαρδίου πνεύματος. μυρία ἄλλα παρ' ἐκείνοις πεφι λοσόφηται, ὧν οὐδεὶς ἡμῶν ἐστιν ἔμπειρος τῷ μηδεμίαν σχολὴν ἀπονεῖμαι τῷ μέρει τούτῳ τῆς ἐξετάσεως μηδὲ γνῶναι ἑαυτὸν ἕκαστος ὅστις ἐστίν. εὔκολοί ἐσμεν γνῶναι οὐρανὸν μᾶλλον ἢ ἑαυτούς. ὥστε μὴ καταφρόνει τοῦ ἐν σοὶ θαύματος· μικρὸς μὲν γὰρ εἶ, 5aὡς νομίζεις, μέγαν δὲ ἐπερχόμενος ὁ λόγος εὑρήσει σε. διὰ τοῦτο ὁ σοφὸς ∆αβὶδ εἰδὼς ἀκριβῶς ἑαυτὸν ἐξετάζειν Ἐθαυμαστώθη, φησίν, ἡ γνῶσίς σου ἐξ ἐμοῦ, τουτέστι τὴν γνῶσιν τὴν περὶ τῶν σῶν θαυμα σίων ἐξευρεῖν ἠδυνήθην. πόθεν; Ἐξ ἐμοῦ· τὴν γὰρ τέχνην τὴν ἐν ἐμοί, ὅσῃ σοφίᾳ κατεσκευάσθη μου τὸ σῶμα, κατανοήσας ἐκ τοῦ μικροῦ μὲν θαυμαστοῦ δὲ τούτου κατασκευάσματος τὸν μέγαν δημιουργὸν ἐνενόησα. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. ἐδείχθη πρώην ἐν παραδρομῇ καὶ ἀρκούντως ἐδείχθη τίς ὁ λόγος καὶ πρὸς τίνα ὁ λόγος. ἔχει ἡ ἐκκλησία τὰς περὶ τούτων ἀποδείξεις, μᾶλλον δὲ ἔχει πίστιν ἀποδείξεως βεβαιοτέραν.
Ποιήσωμεν ἄνθρω πον. κατάμαθε σεαυτὸν ἐντεῦθεν ἀρξάμενος. οὔπω περὶ ἄλλου τῶν κατασκευασμάτων ἡ φωνὴ αὕτη ἀνάγραπτος. φῶς ἐγένετο, καὶ ἁπλῷ 6aπροῆλθε προστάγματι· εἶπε γὰρ ὁ θεός· Γενηθήτω φῶς. οὐρανός, καὶ ἄνευ βουλῆς ὑπέστη· φωστῆρες, καὶ οὐδὲν προεβουλεύσατο περὶ αὐτῶν θάλασσα καὶ πελάγη ἄπειρα τῇ προσταγῇ παρήχθη εἰς τὸ εἶναι. ἰχθύων γένη παντοδαπὰ τῇ κελεύσει ἐγένετο. θηρία καὶ κτήνη, νηκτὰ καὶ πετεινά· Εἶπε καὶ ἐγένετο. ἐνταῦθα δὲ οὔπω ὁ ἄνθρωπος καὶ βουλὴ περὶ ἀνθρώπου. οὐκ εἶπεν ὡς περὶ τῶν ἄλλων πάντων· γενηθήτω ἄνθρωπος. ἐντεῦθεν κατάμαθε σεαυτοῦ τὸ τίμιον· οὐ προσέρριψέ σου τὴν γένεσιν προστάγματι, ἀλλὰ βουλευτήριον συνέστη τῷ θεῷ περὶ σοῦ πῶς μέλλει τὸ τίμιον ζῷον ἐν τῷ βίῳ παράγεσθαι· Ποιήσωμεν γάρ φησιν. ὁ σοφὸς βουλεύεται, ὁ τεχνίτης ἐνθυμεῖται. ἆρά τι λείπει αὐτοῦ τῇ τέχνῃ καὶ ἐκ τῆς μερίμνης βούλεται ἀπηρτισμέ νον αὐτοῦ ποιῆσαι τὸ φιλοτέχνημα; οὐχί· ἀλλ' ἵνα σοι δείξῃ μόνον ὅτι τέλειος εἶ παρὰ θεῷ. Ἔμαθες μὲν οὖν ὅτι δύο τέως πρόσωπα ἐπὶ θεοῦ, ὁ λέγων καὶ πρὸς ὃν ὁ λόγος. διὰ τί δὲ οὐκ εἶπε· ποιήσω ἄνθρωπον, ἀλλά· Ποιήσωμεν; ἵνα