1
De infantibus praemature abreptis
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΙΕΡΙΟΝ ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΩΡΑΣ ΑΝΑΡΠΑΖΟΜΕΝΩΝ ΝΗΠΙΩΝ
Σοὶ μέν, ὦ ἄριστε, πάντες σοφισταί τε καὶ λογογράφοι τὴν τοῦ λέγειν πάντως ἐπιδείξονται δύναμιν, οἷόν τινι σταδίῳ τῷ πλάτει τῶν σῶν θαυμάτων ἐνδιαθέοντες· καὶ γάρ πως οἶδεν μεγαλοφωνότερον ποιεῖν τὸν λόγον γενναία τις καὶ ἀμ φιλαφὴς προτεθεῖσα τοῖς δυναμένοις ὑπόθεσις, περὶ ἣν ὑψοῦται ὁ λόγος τῷ μεγέθει τῶν πραγμάτων συνεπαιρόμενος· ἡμεῖς δὲ κατὰ τοὺς γηραιοὺς τῶν ἵππων ἔξω τοῦ σταδίου τῆς ὑποθέσεως μένοντες τὸ οὖς μόνον ταῖς ἐπὶ σοὶ τῶν λόγων ἁμίλλαις διαναστήσομεν, εἴ πού τις καὶ μέχρις ἡμῶν φθάσειεν ἦχος σφοδρῷ τε καὶ συντεταμένῳ τῷ ἅλματι διὰ τῶν σῶν θαυμάτων τὸν λόγον ἐλαύνων. ἐπεὶ δὲ συμβαίνει, κἂν ὑπὸ γήρως ἔξω μένῃ τῶν ἀγώνων ὁ ἵππος, πολλάκις αὐτὸν τῷ κτύπῳ τῶν κατακροαινόντων εἰς προθυμίαν διεγειρόμενον τήν τε κεφαλὴν ἀνέχειν καὶ ὁρᾶν ἐναγώνιον πνέειν τε θυμῶδες καὶ ὑποκινεῖν τοὺς πόδας κοινῇ, πυκνῶς τῷ ἐδάφει τὰς ὁπλὰς ἐπαράσσοντα, ᾧ προθυμία μόνη πρὸς τοὺς ἀγῶνάς ἐστιν, ἡ δὲ 68 τοῦ τρέχειν δύναμις προανηλώθη τῷ χρόνῳ· τὸν αὐτὸν τρόπον καὶ ὁ ἡμέτερος λόγος ἐξαγώνιος μένων διὰ τὸ γῆρας καὶ παραχωρῶν τοῦ σταδίου τοῖς ἀκμαίοις κατὰ τὴν παίδευσιν μόνην σοι δείκνυσι τὴν προθυμίαν τοῦ ἐθέλειν ἂν καὶ ἐπὶ σοῦ ἀγωνίσασθαι, εἴπερ ἡβῴη κατὰ τοὺς νῦν τοῖς λόγοις ἀκμάζον τας. ὅση δέ μοι τῆς προθυμίας ἐστὶν ἡ ἐπίδειξις, οὐκ ἐν τῷ διηγήσασθαί τι τῶν σῶν. τούτου γὰρ μόγις ἂν καὶ ὁ σφριγῶν τε καὶ συντεταμένος τύχοι λόγος, ὡς μὴ πολὺ κατόπιν τῆς ἀξίας ἀπολειφθῆναι, ὁ τὴν ἀμήχανον ταύτην ἁρμονίαν τοῦ ἤθους διερμηνεύων ἐκ τῶν ἐναντίων συγκεκραμένην πως. καθάπερ γὰρ ταῖς τῶν βλεφάρων προβολαῖς τὸ τῶν ἀκτίνων ἄκρατον ἡ φύσις ὑποσκιάζουσα κεκραμένον προσάγει τὸ φέγ γος τοῖς ὄμμασιν, ὡς ἂν προσηνὴς ὁ ἥλιος γένοιτο πρὸς τὴν ἐκ τῶν βλεφαρίδων σκιὰν συμμέτρως τῇ χρείᾳ κατακιρνάμενος· οὕτως τὸ σεμνόν τε καὶ μεγαλοφυὲς τοῦ ἤθους τῇ ἐμμέτρῳ τα πεινοφροσύνῃ καταμιγνύμενον οὐκ ἀποστρέφει τὰς ὄψεις τῶν προσορώντων, ἀλλὰ δι' ἡδονῆς βλέπειν παρασκευάζει, ὡς μήτε τῆς σεμνότητος τὴν μαρμαρυγὴν ἀμαυροῦσθαι μήτε διὰ ταπεινότητος καταφρονεῖσθαι τὸ ἐνδιάθετον, ἀλλὰ κατὰ τὸ ἴσον ἐν ἑκατέρῳ θεωρεῖσθαι τὸ ἕτερον, ἔν τε τῷ ὑψηλῷ τὴν κοινότητα καὶ ἐν τῷ ταπεινῷ τὸ ἔμπαλιν τὴν σεμνότητα. ἄλλος ταῦτα διεξερχέσθω καὶ τὸ πολυόμματον τῆς ψυχῆς ἀνυμνείτω, ὡς ἰσάριθμοι ταῖς θριξὶ τάχα τῆς κεφαλῆς οἱ τῆς ψυχῆς ὀφθαλμοί, πανταχόθεν ἐπ' ἴσης ὀξύ τε καὶ ἀπλανὲς δεδορκότες, ὥστε πόρρωθέν τε προϊδεῖν καὶ μὴ ἀγνοεῖν ἐκ τοῦ 69 σύνεγγυς μηδὲ τὴν πεῖραν ἀναμένειν τοῦ λυσιτελοῦντος διδάσκαλον, ἀλλὰ τὸ μὲν τοῖς τῶν ἐλπίδων ὀφθαλμοῖς προορᾶν, τὸ δὲ θεωρεῖν διὰ τῆς μνήμης, ἄλλο δὲ κατὰ τὸ ἐνεστὼς ἐν κύκλῳ περιαθρεῖν, πάντα δὲ κατὰ ταὐτὸν ἐνεργεῖν ἀσυγχύτως πάσαις ταῖς τοιαύταις ἐνεργείαις τὸν νοῦν καταλλήλως ἐπιμερίζοντα. τόν τε σεμνὸν τῆς πενίας πλοῦτον θαυμαζέτω πάλιν ἐκεῖνος, εἴ τις ἔστιν ἐν τῷ καθ' ἡμᾶς βίῳ εἰδὼς τὸ τοιοῦτον ἐν ἐπαίνῳ ποιεῖσθαι καὶ θαύματι. τάχα δὲ εἰ καὶ μὴ πρότερον ἦν, ἀλλὰ νῦν διὰ σὲ καὶ πενίας ἀνθήσει πόθος καὶ πρὸ τῶν πολυταλάντων τοῦ Κροίσου πλίνθων ἡ σὴ λιτότης μακαρισθήσεται. τίνα γὰρ μακαριστὸν οὕτως ἀπέδειξε γῆ τε καὶ θάλασσα, ταῖς ἰδίαις ἑκατέρα προσόδοις δεξιουμένη, ὡς τὸν σὸν βίον ἡ πρὸς τὴν ὑλικὴν περιουσίαν ἀποδιάθεσις; ὡς γὰρ οἱ τοῦ σιδήρου τὸν ἰὸν ἀποξέοντες στιλπνὸν αὐτὸν καὶ ἀργυροειδῆ κατεργάζονται, οὕτως σοὶ φανοτέρα γέγονεν ἡ τοῦ βίου ἀκτὶς ἀεὶ δι' ἐπιμελείας τοῦ ἰοῦ τῶν χρημάτων καθαιρομένη. καὶ ταῦτα παρείσθω τοῖς εἰπεῖν δυναμένοις καὶ ὅτι