1

 2

1

De virginitate (recensio altera)

1.1 Πολλοῖς μὲν ἤδη γέγονεν ἡ παρθενία τῶν πρὸς ἐπίδειξιν λόγων ὑπόθεσις, μυρίας παρεχομένη τοῖς φιλοτιμοτέροις τὰς ἀφορμὰς τοῦ πανηγυρικῶς ἐμπομπεύειν τῷ λόγῳ καὶ ταῖς προσούσαις τῷ κατορ θώματι χάρισιν ἐναβρύνεσθαι. Ἐγὼ δὲ σεμνὸν μὲν εἶναι τὸ ἐπιτή δευμα τοῦτο καὶ τίμιον πᾶσιν, ὅσοις τὸ καλὸν ἐν καθαρότητι κρίνεται, πλέον ἁπάντων τῶν ἐξεχόντων κατ' ἀρετὴν καὶ αὐτὸς οὐκ ἀρνήσομαι, καὶ ὡς ἂν οἷός τε ὦ, καθάπερ οἱ τοὺς στεφανίτας ἐπὶ τῶν σταδίων τῇ ἀναρρήσει λαμπρύνοντες, οὕτω καὶ αὐτὸς τὸ ὑπερέχον τοῦ θαύματος ἀνακηρύττων οὐ παύσομαι· τὸν δὲ οἰκεῖον ἔπαινον τῆς παρθενίας καὶ μάλιστα πάντων ἁρμόζοντα προσφυῶς συνυπάρχειν τοῖς κατορ θοῦσί φημι καὶ γνωρίζεσθαι μᾶλλον ἀπ' αὐτῆς τῆς προσηγορίας τῆς συναρμοζομένης τῷ πράγματι· τὴν γὰρ ἀπειρόγαμον ἄφθορον οἶδε προσαγορεύειν ἡ τῶν ἀνθρώπων συνήθεια. ∆είκνυται οὖν ἡ ὑπερβολὴ τοῦ μεγάλου τούτου χαρίσματος καὶ διὰ τούτου μόνου, ὅτι πολλῶν ὄντων καὶ μεγάλων τῶν δι' ἀρετῆς κατορθουμένων, μόνον ἁπάντων τοῦτο τῇ ἐπωνυμίᾳ τοῦ ἀφθάρτου τετίμηται.

21.2 Εἰ δὲ τῇ χρείᾳ καὶ τὸ ἡδὺ πολλάκις συγκαταμέμικται-πάντα γὰρ οἶδεν ἐφηδύνειν ἡ ἔνδεια τῷ σφοδρῷ τῆς ὀρέξεως τὸ τῇ χρείᾳ παρευρεθὲν ἅπαν καταγλυκαίνουσα-, οὐκ ἀπωστέον τὴν χρείαν διὰ τὴν ἐπακολουθοῦσαν ἀπόλαυσιν· οὔτε μὴν κατὰ τὸ προηγούμενον μεταδιωκτέον τὴν ἡδονήν, ἀλλ' ἐκ πάντων ἐκλεγομένους τὸ χρήσιμον ὑπερορᾶν προσήκει τοῦ τὰς αἰσθήσεις εὐφραίνοντος.

22.1 ... τὸ σῶμα συνέστηκε· θερμόν τε γὰρ ψυχρῷ συγκεκρᾶσθαι καὶ ὑγροῦ πρὸς ξηρὸν εἶναι μίξιν παράλογον, τούτων τῇ διὰ μέσου τῶν συζυγιῶν οἰκειότητι πρὸς τὰ ἐναντία συναπτομένων. Καί τινι λεπτουργίᾳ τοιαύτῃ τὸν λόγον φυσιολογῶν ἀπεδείκνυ, φάσκων ἕκαστον τούτων ἐκ διαμέτρου πρὸς τὸ ἀντικείμενον ἀφεστὸς τῇ φύσει διὰ τῆς συγγενείας τῶν παρα κειμένων ποιοτήτων τοῖς ἐναντίοις συνάπτεσθαι. Τοῦ γὰρ ψυχροῦ καὶ τοῦ θερμοῦ κατὰ τὸ ἴσον ὑγροῖς τε καὶ ξηροῖς ἐγγινομένων, καὶ τὸ ἔμπαλιν τοῦ ὑγροῦ τε καὶ ξηροῦ ἐν τοῖς θερμοῖς τε καὶ ψυχροῖς ὁμοίως συνισταμένων, ἡ τῶν ποιοτήτων ταὐτότης ἐπίσης τοῖς ἐναντίοις ἐμφαινομένη δι' ἑαυτῆς ποιεῖ τῶν ἀντικειμένων τὴν σύνοδον. Ἀλλὰ τί μοι τὰ καθ' ἕκαστον δι' ἀκριβείας διεξιέναι, ὅπως ταῦτα καὶ τέτμηται ἀπ' ἀλλήλων τῇ ἐναντιώσει τῆς φύσεως καὶ πάλιν ἥνωται τῇ συγγενείᾳ τῶν ποιοτήτων ἀλλήλοις ἀνακιρνάμενα; Πλὴν οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν, ὅτι συνεβούλευεν ὁ τὴν τοῦ σώματος φύσιν τῇ θεωρίᾳ ταύτῃ κατανοήσας προνοεῖν ὡς οἷόν τε τῆς ἰσοκρατείας τῶν ποιοτήτων· ἐν τούτῳ γὰρ εἶναι τὸ ὑγιαίνειν, ἐν τῷ μηδὲν ὑπὸ τοῦ ἑτέρου τῶν ἐν ἡμῖν δυναστεύεσθαι. Οὐκοῦν ἐπιμελητέον ἡμῖν τῆς τοιαύτης καταστάσεως πρὸς τὴν ....

23.6 Ἐὰν ἴδῃς βίον ἀνθρώπου ἐν μέσῳ θανάτου καὶ ζωῆς ἑστῶτα τὸ ἑκατέρωθεν χρήσιμον εἰς φιλοσοφίαν αἱρούμενον, οὔτε τὸ ἄπρακτον τοῦ θανάτου καταδεχόμενον ἐν τῇ περὶ τὰς ἐντολὰς προθυμίᾳ, οὔτε ὅλῳ τῷ ποδὶ ἐπὶ τῆς ζωῆς βεβηκότα διὰ τὴν τῶν κοσμικῶν ἐπιθυμιῶν ἀλλοτρίωσιν, ἀλλ' ἐν οἷς μὲν σαρκὸς ζωὴ δοκιμάζεται τῶν νεκρῶν ἀπρακτότερον μένοντα, πρὸς δὲ τὰ τῆς ἀρετῆς ἔργα, δι' ὧν «οἱ τῷ πνεύματι ζῶντες» ἐπιγινώσκονται, ἀληθῶς ἔμψυχον καὶ ἐνεργὸν καὶ ἰσχύοντα, πρὸς τοῦτον βλέπε τὸν κανόνα τοῦ βίου. Οὗτος ἔστω σοι σκοπὸς τῆς θείας ζωῆς, καθάπερ τοῖς κυβερνήταις οἱ ἀειφανεῖς τῶν ἀστέρων. Μίμησαι τούτου καὶ πολιὰν καὶ νεότητα, μᾶλλον δὲ μίμησαι αὐτοῦ τὸ ἐν μειρακίῳ γῆρας καὶ τὴν ἐν τῷ γήρᾳ νεότητα. Οὔτε γὰρ τὸ ῥωμαλέον αὐτοῦ τῆς ψυχῆς καὶ δραστήριον ἤδη πρὸς γῆρας ἐπικλιθείσης τῆς ἡλικίας ὁ χρόνος ἠμαύρωσεν, οὔτε ἡ νεότης ἐνεργὸς ἦν ἐν οἷς νεότης ἐνεργοῦσα γνωρίζεται, ἀλλά τις ἦν μίξις θαυμαστὴ τῶν ἐναντίων ἐν