1
De vita Gregorii Thaumaturgi
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ.
Ὁ μὲν σκοπὸς εἷς ἐστι τοῦ τε ἡμετέρου λόγου, καὶ τοῦ παρόντος ἡμῶν
συλλόγου. Γρηγόριος γὰρ ὁ Μέγας, ὑμῖν τε τῆς συνόδου, κἀμοὶ τῆς διαλέξεως ὑπόθεσις πρόκειται. Ἐγὼ δὲ τῆς αὐτῆς οἶμαι χρῆναι δυνά μεως, ἔργῳ τε κατορθῶσαι τὴν ἀρετὴν, καὶ λόγῳ κατ' ἀξίαν τὰ καλὰ διηγήσασθαι. Ὥστε ταύτην ἐπι κλητέον ἂν εἴη τὴν συμμαχίαν, δι' ἧς ἐν τῷ βίῳ τὴν ἀρετὴν ἐκεῖνος κατώρθωσεν. Ἔστι δὲ αὕτη, κατά γε τὸν ἐμὸν λόγον, ἡ τοῦ Πνεύματος χάρις, ἡ καὶ πρὸς τὸν βίον καὶ πρὸς τὸν λόγον τοὺς περὶ ἑκάτερον τού των ἐσπουδακότας δι' ἑαυτῆς ἐνισχύουσα. Ἐπεὶ οὖν ὁ λαμπρὸς ἐκεῖνος καὶ περίβλεπτος βίος τῇ δυνάμει κατωρθώθη τοῦ Πνεύματος· εὐχῆς ἔργον ἐστὶ, τοσαύ την ἐλθεῖν ἐπὶ τὸν λόγον βοήθειαν, ὅση γέγονε παρὰ τὸν βίον ἐκείνῳ, ὡς μὴ κατόπιν εὑρεθῆναι τῆς ἀξίας τῶν κατορθωμάτων τὸν ἔπαινον, ἀλλὰ τοιοῦτον ἐπι δειχθῆναι τοῖς παροῦσι διὰ τῆς μνήμης τὸν ἄνδρα, οἷος ἦν τοῖς κατ' ἐκεῖνον τὸν χρόνον αὐτὸς ἐκεῖνος ἐπὶ τῶν ἔργων ὁρώμενος. Εἰ μὲν οὖν ἀκερδὴς ἦν ἡ μνήμη τῶν κατ' ἀρετὴν προεχόντων, καὶ μηδεμία πρὸς τὸ καλὸν ἐγένετο συνεισφορὰ τοῖς ἀκούουσιν, περιττὸν ἴσως ἂν ἦν καὶ ἀνόνητον ἐπὶ μηδενὶ χρησίμῳ προσάγειν εἰς εὐφημίαν τὸν λόγον, αὐτόν τε διεξιόντα μάτην, καὶ τὴν ἀκοὴν ἀργῶς ἀποκναίοντα· ἐπει δὴ δὲ ἡ τοιαύτη τοῦ λόγου χάρις, εἰ προσηκόντως γένοιτο, κοινὸν ἔσται τῶν ἀκουόντων τὸ κέρδος, καθά περ ὁ πυρσὸς τοῖς ἐκ θαλάσσης προσπλέουσιν ἐφ' ἑαυτὸν εὐθύνων τοὺς ἐν τῷ ζόφῳ πλανωμένους κατὰ τὸ πέλαγος· ἴσης οἶμαι δεῖν πρὸς τοῦτο τῆς σπουδῆς ἑκατέροις, ὑμῖν τε πρὸς τὴν ἀκρόασιν, καὶ πρὸς τὸν λόγον ἐμοί. ∆ῆλον γὰρ, ὅτι πυρσοῦ δίκην διὰ τῆς μνήμης ἐκλάμψας ταῖς ψυχαῖς ἡμῶν ὁ κατ' ἀρετὴν αὐτοῦ βίος, ὁδὸς πρὸς τὸ ἀγαθὸν τῷ τε διεξιόντι καὶ τοῖς ἀκούουσι γίνεται. Πεφύκαμεν γάρ πως οἱ ἄν θρωποι πρὸς ἅπαν τὸ ἐπαινετόν τε καὶ τίμιον οἰκείως ἐθέλειν ἔχειν, καὶ ἐν ἐπιθυμίᾳ τῆς κτήσεως γίνεσθαι. Ἡ μὲν οὖν ὑπόθεσις τῶν λόγων τοσαύτη· ἐμοὶ δὲ πανταχόθεν ἀκίνδυνόν ἐστι κατατολμῶντι τῆς ὑποθέ σεως, εἴτε συνεπαρθῆναι τῷ μεγέθει τῶν πραγμάτων 46.896 ὁ λόγος ἰσχύσειεν, εἴτε καὶ μή. Ἴσος γὰρ ἔσται καθ' ἑκάτερον τῷ ἐγκωμιαζομένῳ ὁ ἔπαινος. Εἰ μὲν γὰρ ἐφίκοιτο τῶν θαυμάτων ὁ λόγος, ἐκπλήξει τὴν ἀκοὴν πάντως τοῖς κατορθώμασιν· εἰ δὲ κατόπιν τοῦ μεγέ θους ἔλθοι, καὶ οὕτως ἡ δόξα τοῦ ἐγκωμιαζομένου λαμπρύνεται.
Ἀρίστη γὰρ ἀνδρὸς εὐφημία, τὸ ἐπι δειχθῆναι τῆς δυνάμεως τῶν εὐφημούντων ἀμείνονα. Μηδεὶς δὲ τῶν τῇ θείᾳ σοφίᾳ πεπαιδευμένων κατὰ τὴν τῶν ἔξω συνήθειαν ταῖς τεχνικαῖς τῶν ἐγκωμίων ἐφόδοις ἐπαινεῖσθαι ζητείτω τὸν πνευματικῶς ἐπαι νούμενον. Οὐ γὰρ ἀπὸ τῶν ὁμοίων ἡμῖν τε καὶ τοῖς ἄλλοις ἡ τοῦ καλοῦ κρίσις ἐστίν· οὔτε τὰς αὐτὰς περὶ τῶν αὐτῶν ὑπολήψεις εὕροι τις ἂν, τοῖς τε κατὰ τὸν κόσμον ζῶσιν, καὶ τοῖς ὑπερανεστηκόσι τοῦ κόσμου. Τοῖς μὲν γὰρ μέγα τι δοκεῖ καὶ σπουδῆς ἄξιον εἶναι πλοῦτος, καὶ γένος, καὶ δόξα, καὶ κοσμικαὶ δυναστεῖαι, καὶ μῦθοι τὰς πατρίδας οἰκίζοντες, καὶ τὰ φευκτὰ τοῖς γε νοῦν ἔχουσι διηγήματα, τρόπαια, καὶ μάχαι, καὶ τὰ ἐκ πολέμων κακά· τῷ δὲ καθ' ἡμᾶς λόγῳ μία τετίμηται πατρὶς, ὁ παράδεισος, ἡ πρώτη τοῦ γένους τῶν ἀνθρώπων ἑστία· μία πόλις, ἡ ἐπουράνιος, ἡ διὰ τῶν ζώντων λίθων συνῳκισμένη, ἧς τεχνίτης καὶ δη μιουργὸς ὁ Θεός· μία γένους σεμνότης, ἡ πρὸς τὸν Θεὸν ἀγχιστεία· οὐ κατὰ τὸ αὐτόματόν τινι γινομένη, κατὰ τὴν ἐν τῷ κόσμῳ εὐγένειαν, ἣ καὶ ἐπὶ τοὺς φαύλους πολλάκις διὰ τῆς αὐτομάτου ταύτης ἀκολου θίας ῥέουσα φέρεται, ἀλλ' ἣν οὐκ ἔστιν ἄλλως, ἢ ἐκ