1
Encomium in xl martyres i
ΤΟΥ ΑΥΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ. ΛΟΓΟΣ Αʹ.
Οἷς ἀνιᾶσθαι τοὺς πολλοὺς στοχάζομαι, τούτοις αὐτὸς ἀγάλλομαι τὴν
διάνοιαν. Ἀηδὲς γὰρ, ὡς εἰκὸς, τοῖς πολλοῖς τὸ ἐν ἀλλήλοις συνθλίβεσθαι, ἐμοὶ δὲ τοῦτο κεφάλαιον εὐφροσύνης ἐστίν. Εὐφραίνεται γὰρ ὀφθαλμὸς τοῦ ποιμένος, τὸ ποίμνιον βλέπων ὑπὸ πλή θους στενοχωρούμενον, καὶ τῆς μάνδρας ὑπερ χεόμενον· καίτοι γε οὐ μικρὰ τῶν προβάτων ἡ ἔπαυλις, ἀλλὰ στενὴν ποιεῖ τὴν εὐρυχωρίαν εὐθη νούμενον τῷ πλήθει τὸ ποίμνιον. Τοιοῦτόν τι καὶ περὶ τὸν Κύριον ὁ Πέτρος ἰδὼν ἀπεκρίνατο λέγων, ὅτι, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλί βουσιν. Ὄντως, καθώς φησί που ὁ θεῖος Ἀπόστολος, τὸ θλίβεσθαι καὶ μὴ στενοχωρεῖσθαι τοῦτό ἐστι. Παντὶ γὰρ, φησὶ, θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι. Ἐγὼ δὲ τίνα προχειρίσομαι λόγον ἐπὶ τοῦ τοιούτου συλλό γου; Τίς δώσει μοι φωνὴν σάλπιγγος ὑψηλοτέραν, ὥστε ὑπερηχῆσαι τὸ πλῆθος, καὶ ταῖς ἀκοαῖς τῶν συνειλεγμένων ἐναποθέσθαι τὰ ῥήματα; Πρὸς τί τῶν ἀνεγνωσμένων τρέψας ἐμαυτοῦ τὴν διάνοιαν, πρόσφο ρον ἐξεύρω τοῖς παροῦσι τὸν λόγον; Πολὺς ὁ Ἰὼβ παιδεύων εἰς ἀνδρείαν τὸν βίον τοῖς καθ' ἑαυτὸν ὑπο δείγμασι, πολὺς ὁ Παροιμιαστὴς τοῖς αἰνίγμασι. Τί δ' ἄν τις εἴποι περὶ τοῦ ἱεροῦ Ἀποστόλου, ὃς ἐκ τῶν ἀῤῥήτων ῥημάτων ἐκείνων ἃ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναί φησι κατανόησιν, τάχα διὰ τῆς πρὸς Ἐφεσίους διδασκαλίας καὶ ἡμῖν ὑπελάλησε τὸν ἀπόῤῥητον ἐν τῷ σταυρῷ λόγον, δι' αἰνιγμάτων ἀνακαλύπτων. Τοιαῦτα δὲ ἕτερα καὶ τὰ ἐκ τῆς ψαλμῳδίας μυστήρια, ἀνάμνησις, καὶ στηλογραφία, καὶ ἐπιλήνιος. Ταῦτα γὰρ ἐν ταῖς ἐπιγραφαῖς τῶν ὑπαναγνωσθέντων ἡμῖν ψαλμῶν κατανοήσαντες, οὐ μικρὰν ὁρῶμεν ἀφορμὴν τῷ λόγῳ διὰ τῶν αἰνιγμάτων διδομένην.
Ἀλλ' ἐμοὶ τὸ μὲν τοῖς εἰρημένοις ἐπεξελθεῖν, εὔκαιρον εἶναι δο κεῖ δευτέρῳ ταμιεύσασθαι χρόνῳ· ἐπιθυμῶ δὲ τῆς παρούσης χάριτος πρόσφορόν τινα καὶ κατάλληλον ἐξευρεῖν τὴν φωνήν. Τίς οὖν ἐστιν αὕτη; Οἶδά τινα 46.752 νόμον τῆς φύσεως ἴδιον, αὐταῖς ταῖς θείαις πλαξὶν ἐντετυπωμένον παρὰ τοῦ νομοθέτου τῆς φύσεως· ὃς πᾶσαν ἀγαθὴν ἀμοιβὴν τοῖς ἰδίοις γονεῦσιν ἐκτιννύ ναι κελεύει, ὅσην ἂν ἡ δύναμις φέρει. Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις, ἵνα εὖ σοι γένηται. Εἰ δὲ πρωτεύει κατ' ἐπαγγελίαν οὗτος ὁ νό μος, καὶ τὸ κατόρθωμα τούτου ἴδιον κέρδος τοῦ φυ λάσσοντος γίνεται (ἐπαναστρέφει γὰρ ἡ εἰς τοὺς γονέας τιμὴ εἰς τὸν πεπληρωκότα τὸν νόμον)· καλῶς ἂν ἔχοι πάντα τόν γε νοῦν ἔχοντα πρὸς ταύτην βλέ πειν τὴν ἐντολὴν, ἧς τὸ πέρας εὐεργεσία καὶ χάρις τοῦ ποιήσαντος γίνεται. Οἱ μὲν οὖν τῆς σαρκὸς ἡμῶν πατέρες, τῇ καθ' ἑαυτοὺς γενεᾷ κατὰ τὸν ἐξ ἀρχῆς αὐτοῖς ἀφορισθέντα χρόνον ὑπηρετήσαντες, ἀπροσ δεεῖς εἰσι τῆς ἡμετέρας τιμῆς, ἔξω τοῦ βίου πάλαι γενόμενοι, ὡς μὴ δυνατὸν εἶναι τὸν τοιοῦτον πληρῶ σαι νόμον, τῶν ὑποδεχομένων τὴν εὐποιίαν οὐκ ὄν των. Ὁ δὲ νόμος ἐνεργοῦντας ἡμᾶς ἐπιτυγχάνειν τῆς ἐπαγγελίας κελεύει. Οὐδὲ γὰρ δυνατὸν τοὺς ἀργοῦν τας ἔχειν τῶν ἐνεργούντων τὰ ἔπαθλα. Τί οὖν χρὴ πράττειν, τῶν γονέων οὐκ ὄντων, τὸν καὶ τῆς ἐπαγ γελίας ἐρῶντα, καὶ ὅπως ἂν τύχῃ τῆς σπουδῆς ταύτης ἀδυνατοῦντα; Ναὶ λύει πάντως τὴν ἀμηχανίαν ταύ την ἡμῖν τὰ ὁρώμενα. Ὑμᾶς γὰρ βλέπων, οὐδὲν δέομαι πατέρας ἄλλους περιεργάζεσθαι. Ὑμεῖς γὰρ ἐστέ μου πατέρες, οἱ καὶ αὐτῶν μοι τῶν πατέρων πατέρες. Ἡ γὰρ πατρὶς τῶν γεννησαμένων ἐν ἑαυτῇ περιέχει καὶ τὸ τῶν γεγεννηκότων ἀξίωμα. Τί οὖν ποιήσαντες τὸν τῆς τιμῆς ὑμῖν νόμον ἀποπληρώσομεν; Εὐγνώμων μὲν γάρ τις παῖς