1

 2

 3

 4

 5

 6

1

Encomium in xl martyres ii

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ ΛΟΓΟΣ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΡΗΘΕΙΣΕΝ ΤΩ ΜΑΡΤΥΡΙΩ.

Οἱ μὲν ὁπλῖται Ῥωμαίων κατὰ νόμον πάτριον, καὶ συνήθειαν παλαιὰν, ἣν παῖδες παρὰ προγόνων διαδε ξάμενοι, καὶ μέχρι τοῦ παρόντος φυλάττουσιν, ἐν τῇ ἀρχῇ τοῦ ἐνεστῶτος μηνὸς τὴν πανοπλίαν ἐνσκευαζό μενοι, καὶ χωροῦντες ἐπί τι πεδίον ἡπλωμένον ἱκα νῶς καὶ ὕπτιον, ἔνθαπερ ἔξεστι καὶ δρόμον ἵππων ἐκτεῖναι, καὶ μελετῆσαι τὰ τακτικὰ, καὶ πᾶσαν γυ μνασθῆναι τὴν ἐνόπλιον ἄσκησιν, ἀνάμνησίν τε τοῦ ἔτους ποιοῦνται, καὶ τὴν ἡμέραν ἐπίσημον ἄγουσιν. Ἐγὼ δὲ μνήμην μαρτύρων τελῶν, καὶ ταύτην τῇ προτεραίᾳ κηρύξας ὑμῖν, τοὺς τοῦ Χριστοῦ στρατιῶ τας τοὺς μʹ, τοὺς πᾶσαν προθυμίαν ὑπερβαλομένους, ἐν τοῖς ἀγῶσιν ὁπλίσας διὰ τῆς μνήμης σήμερον θαυμαστοὺς τοῖς δυναμένοις βλέπειν προΐστημι· κό σμον τῆς Ἐκκλησίας, καὶ λαῶν εὐφροσύνην, καὶ Θεοῦ δόξαν τοῦ ἐνισχύσαντος. Ἄριστον δὲ πάντως, καὶ ἄγαν λυσιτελὲς τοῖς τῆς ἀρετῆς διηγήμασι, τούς τε νέους ἐντρέφεσθαι, καὶ συνακμάζειν τοὺς ἄνδρας. Ἡ ἀκοὴ, μέρος καιριώτατόν ἐστι τῶν αἰσθήσεων, καὶ τῆς ὄψεως οὐχ ἧττον διδακτικόν. ∆ιὰ γὰρ τῶν ὤτων ἐναργῶς ἐπεισάγει τὴν μάθησιν ταῖς ψυχαῖς· καὶ κίνδυνος οὐ μικρὸς καλὰ τυγχάνειν, ἢ φαῦλα τὰ διηγήματα. Οἷα γὰρ ἐκεῖνα λέγεται, τοιαύτην ἐπάναγ κες τοῖς λογισμοῖς φαντασίαν ἐγγίνεσθαι· ἔννοια δὲ, καὶ θεωρία τοῦ νοῦ συνεχὴς, εἰς ἐπιθυμίαν ἄγει τὸν ἄνθρωπον τοῦ ποιεῖν ἃ λογίζεται. ∆ιό μοι τὴν ἀκρόασιν γαληνῶσαν καὶ ἀμετεώριστον εὐτρεπίσατε· ἵνα καὶ οἱ μακάριοι μάρτυρες τιμηθῶσι τὰ πρέποντα, καὶ ὑμεῖς διὰ τῆς μνήμης παιδευθῆτε τὸ εὐσεβὲς καὶ φιλόθεον. Ἐμοὶ δὲ πρόκειται διπλοῦς ἀγὼν, καὶ δέος μὴ καθ υβρίσω μὲν τὴν ὑπόθεσιν τῇ ἀσθενεία τῆς ἐξηγή σεως. Εἴτε γὰρ ἐννοήσειέ τις αὐτοῦ τοῦ ἐν χερσὶ πράγματος τὴν μεγαλοπρέπειαν, κατὰ παντὸς λόγου 46.776 φέρει τὰ νικητήρια· εἴτε τὸν πρὸ ἡμῶν διὰ τῆς ἑαυτοῦ σοφίας στεφανώσαντα τοὺς ἁγίους· ἀνὴρ οὗ τὸ θαῦμα τῆς οἰκουμένης κοινόν· παιδείας τῆς τε παρὰ Χριστιανοῖς, καὶ τῆς ἔξωθεν, κανὼν ἀκριβὴς, φιλοσοφίας ἄγαλμα, ἐπισκόπων τύπος καὶ κίνδυνος, διδάσκαλος ἔργων καὶ λόγων σύμφωνος· παρὰ πᾶσιν ἀνθρώποις ἀνανταγώνιστον ἔχων τὴν εὐδοκίμησιν, πλὴν εἰ μὴ παρ' οἷς οὐδὲ Χριστός ἐστιν ἀβλασφήμητος. Ὡς γὰρ οὐδεὶς ἀντιλέγει φωτίζειν καὶ θερμαί νειν τὸν ἥλιον, οὕτως οὐδὲ τὸν μέγαν Βασίλειον ἀν τερεῖ τις, μὴ παντὶ τῷ κάλλει τῆς ἀρετῆς κεκοσμῆ σθαι. Ὑψηλὸς μὲν οὖν τῶν ὑψηλῶν ἐπαινέτης, ἅγιος τῶν ἁγίων θεραπευτής· κατὰ τὴν προσοῦσαν δύνα μιν ἀποπληρώσας τοῖς ἀριστεῦσι τὸ γέρας.

Ἐμοὶ δὲ οὐ διὰ τοῦτο σιωπητέον· ἐπειδήπερ τὰ θαυμαστὰ μεγάλως ὁ προλαβὼν διεκήρυξεν. Οὐ γάρ ἐστι νῦν ὁ σκοπὸς ἅμιλλα πρὸς τὸν εἰρηκότα, ἀλλ' ὑμῶν τῆς τῶν ἀκουόντων ὠφελείας ἐπιμέλεια· ὠφελεῖ δὲ ἕκα στος πάντως ὡς δύναται, τῆς ἀπολαύσεως τῶν μειζόνων παρὰ τῶν πλουσιωτέρων χορηγουμένης. Στρατιῶται μὲν οὖν οἱ τεσσαράκοντα, τοῦ βίου τὴν τάξιν βασιλεῖ τῶν Ῥωμαίων ὁπλιτεύειν λαχόντες, Χριστιανοὶ δὲ τὴν πίστιν, καὶ εὐσεβεῖς τὴν θρησκείαν. Ἐπειδὴ δὲ ὁ τηνικαῦτα κρατῶν, εἷς ὣν τῶν πολυ θέων, δαιμόνων αὐτῷ τὸ πικρὸν ὑποθεμένων ἐκεῖνο βούλευμα, καινῷ νόμῳ καὶ γράμματι Χριστιανοὺς ἤλαυνε, κελεύσας πάντας τοὺς ὑπηκόους, ἢ τὸ λιβανωτὸν ἐναγίζειν τοῖς δαίμοσιν, ἢ τοῦτο μὴ ποιοῦντας θανάτῳ καταδικάζεσθαι, καὶ πρό γε τῆς τελευτῆς, παντὶ τῷ σώματι πολλὰς ὑπομένειν τὰς λώβας· τότε δὴ τότε, τὴν τυραννικὴν ὠμότητα, καὶ τὸν μισόθεον νόμον, ἀνδραγαθίας ἑαυτῶν οἱ μακάριοι ποιησάμενοι, καὶ τῶν ἄλλων μὲν ἀποῤῥαγέντες στρατιωτῶν, φά λαγγα ἐξαίρετον καὶ φιλόχριστον συγκροτήσαντες τῇ