1

 2

 3

 4

 5

 6

1

Epistula canonica ad Letoium

ΤΟΥ ΑΥΤΟΥ ΕΠΙΣΤΟΛΗ ΚΑΝΟΝΙΚΗ ΠΡΟΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΛΗΤΟΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΜΕΛΙΤΙΝΗΣ.

Ἓν καὶ τοῦτο τῶν εἰς τὴν ἁγίαν ἑορτὴν συντελούν των ἐστὶ, τὸ κατανοῆσαι

ἡμᾶς τὴν ἔννομόν τε καὶ κανονικὴν ἐπὶ τῶν πεπλημμεληκότων οἰκονομίαν· ὅπως ἂν θεραπευθείη πᾶν ἀῤῥώστημα ψυχικὸν, τὸ διά τινος ἁμαρτίας ἐπιγινόμενον. Ἐπειδὴ γὰρ ἡ καθολικὴ καὶ αὕτη τῆς κτίσεως ἑορτὴ κατὰ τὴν τεταγμένην περίοδον τοῦ ἐνιαυσιαίου κύκλου καθ' ἕκαστον ἔτος, ἐν παντὶ πληρουμένη τῷ κόσμῳ, ἐπὶ τῇ ἀναστά σει τοῦ πεπτωκότος ἐπιτελεῖται· πτῶσις δέ ἐστιν ἡ ἁμαρτία· ἀνάστασις δὲ ἡ ἐκ τοῦ πτώματος τῆς ἁμαρ τίας ἀνόρθωσις· καλῶς ἂν ἔχοι κατὰ τὴν ἡμέραν ταύτην, οὐ μόνον τοὺς ἐκ παλιγγενεσίας μεταστοι χειουμένους διὰ τῆς τοῦ λουτροῦ χάριτος τῷ Θεῷ προσάγειν, ἀλλὰ καὶ τοὺς διὰ τῆς μετανοίας τε καὶ ἐπιστροφῆς ἀπὸ τῶν νεκρῶν ἔργων εἰς τὴν ζῶσαν ὁδὸν πάλιν ἐπανιόντας, καὶ τούτους χειραγωγεῖν πρὸς τὴν σώζουσαν ἐλπίδα, ἧς διὰ τῆς ἁμαρτίας ἀπεξενώ θησαν. Ἔστι δὲ οὐ μικρὸν ἔργον, τὸ τοὺς περὶ τούτων λόγους οἰκονομῆσαι ἐν τῇ ὀρθῇ τε καὶ δεδοκιμασμένῃ κρίσει, κατὰ τὸ παράγγελμα τοῦ Προφήτου, τὸ κε λεῦον δεῖν οἰκονομεῖν τοὺς λόγους ἐν κρίσει, ἵνα, καθὼς ἔχει τὸ λόγιον, μήτε σαλευθῇ εἰς τὸν αἰῶνα, καὶ εἰς μνημόσυνον αἰώνιον γένηται δίκαιος.

45.224 Ὥσπερ γὰρ καὶ ἐπὶ τῆς σωματικῆς θεραπείας, ὁ μὲν σκοπὸς τῆς ἰατρικῆς εἷς ἐστι, τὸ ὑγιᾶναι τὸν κάμνον τα· τὸ δὲ εἶδος τῆς ἐπιμελείας διάφορον· κατὰ γὰρ τὴν ποικιλίαν τῶν ἀῤῥωστημάτων καταλλήλως καὶ ἡ θε ραπευτικὴ μέθοδος ἑκάστῳ τῶν νοσημάτων προσάγε ται· οὕτω πολλῆς οὔσης καὶ ἐν τῇ ψυχικῇ νόσῳ τῆς τῶν παθῶν ποικιλίας, ἀναγκαίως πολυειδὴς γενήσεται ἡ θεραπευτικὴ ἐπιμέλεια, πρὸς λόγον τοῦ πάθους ἐνεργοῦσα τὴν ἴασιν. Ὡς δ' ἂν γένοιτό τις τεχνικὴ μέθοδος περὶ τοῦ προκειμένου προβλήματος, οὕτω τὸν λόγον διαληψόμεθα. Τρία ἐστὶ τὰ περὶ τὴν ψυχὴν ἡμῶν θεωρούμενα κατὰ τὴν πρώτην διαίρεσιν· τό τε λογικὸν, καὶ τὸ ἐπιθυμητικὸν, καὶ τὸ θυμοειδές. Ἐν τούτοις ἐστὶ καὶ τὰ κατορθώματα τῶν κατ' ἀρετὴν βιούντων, καὶ τὰ πτώματα τῶν εἰς κακίαν ἀποῤῥεόντων. ∆ιὸ προσ ήκει τὸν μέλλοντα τὴν κατάλληλον θεραπείαν προσ άγειν τῷ νενοσηκότι τῆς ψυχῆς μέρει, πρότερον μὲν ἐπισκέπτεσθαι ἐν τίνι συνέστη τὸ πάθος· εἶθ' οὕτω πεπονθότι προσάγειν ἁρμοδίως τὴν θεραπείαν· ὥστε μὴ δι' ἀπειρίαν τῆς θεραπευτικῆς μεθόδου, ἄλλο μὲν ᾖ τὸ νοσῆσαν μέρος, ἕτερον δὲ τὸ τὴν θεραπείαν δε χόμενον· ὥσπερ ἀμέλει βλέπομεν πολλοὺς τῶν ἰατρῶν ἐν ἀπειρίᾳ τοῦ πρωτοπαθοῦντος μέρους προσεπιτρί βοντας τὴν νόσον δι' ὧν θεραπεύουσι. Τῆς γὰρ ἀῤῥω στίας οὔσης πολλάκις κατὰ θερμοῦ ἐπικράτησιν, ἐπειδὴ τοῖς κατὰ πλεονασμὸν τοῦ ψυχροῦ κεκακωμέ νοις χρήσιμον τὸ θερμαῖνόν τε καὶ ἀναθάλπον ἐστὶ, τὸ τούτοις κατὰ λόγον συνενεγκὸν, ἀπερισκέπτως τὸ αὐτὸ τοῖς ἐν ἀμετρίᾳ θερμότητος ἐκκαιομένοις ἐπ αγαγόντες, δυσίατον τὸ πάθος ἐποίησαν. Ὥσπερ τοί νυν ἀναγκαιοτάτη τοῖς ἰατροῖς ἐνομίσθη ἡ κατανόη σις τῆς τῶν στοιχείων ἰδιότητος, ὅπως ἂν ἑκάστου τῶν εὖ ἢ κακῶς διακειμένων γένοιτο τοῦ παρὰ φύ σιν διατεθέντος ἡ ἐπανόρθωσις· οὕτω καὶ ἡμεῖς ἐπὶ ταύτην ἀναδραμόντες τὴν διαίρεσιν τῶν ἐν τῇ ψυχῇ θεωρουμένων, ἀρχὴν καὶ ὑπόθεσιν τῆς καταλλήλου τῶν παθῶν θεραπείας ποιησώμεθα τὴν γενικὴν θεωρίαν. Οὐκοῦν τριχῆ, καθὼς ἔφαμεν, διῃρημένης τῆς ἰδιότητος τῶν τῆς ψυχῆς κινημάτων, εἰς τὸ λογιστι κόν τε καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές· κατόρθωμα μὲν τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς ἐστιν, ἡ εὐσε βὴς περὶ τὸ Θεῖον ὑπόληψις, καὶ ἡ τοῦ καλοῦ τε καὶ κακοῦ διακριτικὴ ἐπιστήμη, καὶ ἡ τρανήν