1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

In Basilium fratrem

ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΒΑΣΙΛΕΙΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑ∆ΟΚΙΑΣ ΤΟΝ

Α∆ΕΛΦΟΝ ΑΥΤΟΥ

1 Καλὴν ἐπέθηκεν ὁ Θεὸς τὴν τάξιν ταῖς ἐτησίοις ταύταις ἡμῶν ἑορταῖς, ἃς διά τινος τεταγμένης ἀκολουθίας κατὰ τὰς ἡμέρας ταύτας ἤδη τε ἠγάγομεν καὶ πάλιν ἄγομεν. ἡ δὲ τάξις ἡμῖν ἐστι τῶν πνευματικῶν πανηγύρεων ἣν καὶ ὁ μέγας Παῦλος ἐδίδαξεν, ἄνωθεν τῶν τοιούτων τὴν γνῶσιν ἔχων. φησὶ γὰρ ἐκεῖνος ἐν πρώτοις μὲν τοὺς ἀποστόλους τε καὶ τοὺς προφήτας τετάχθαι, μετ' ἐκείνους δὲ τοὺς ποιμένας καὶ διδασκάλους. συμβαίνει τοίνυν τῇ ἀποστολικῇ ταύτῃ ἀκολουθίᾳ ἡ τάξις τῶν τοῦ ἐνιαυτοῦ πανηγύρεων. ἀλλὰ τὴν πρώτην οὐ συναριθμῶ ταῖς ἄλλαις. ἡ γὰρ ἐπὶ τῇ θεοφανείᾳ τοῦ μονογενοῦς Υἱοῦ χάρις, ἡ διὰ τῆς ἐκ Παρθένου γεννήσεως ἀναδειχθεῖσα τῷ κόσμῳ, οὐχ ἁπλῶς ἐστιν ἁγία πανήγυρις, ἀλλ' ἁγία ἁγίων καὶ πανήγυρις πανηγύρεων. οὐκοῦν τὰς μετ' αὐτὴν ἀριθμήσωμεν. πρῶτον ἡμῖν ἀπόστολοί τε καὶ προφῆται τῆς πνευματικῆς χοροστασίας κατήρξαντο. τὰ δύο γὰρ πάντως περὶ τοὺς αὐτούς ἐστι χαρίσματα, τό τε ἀποστολικὸν πνεῦμα καὶ τὸ τῆς προφητείας. εἰσὶ δὲ οὗτοι· Στέφανος, Πέτρος, Ἰάκωβος, Ἰωάννης, Παῦλος· εἶτα μετὰ τούτους φυλάξας τὴν ἑαυτοῦ τάξιν ἐξάρχει τῆς παρούσης ἡμῖν πανηγύρεως ὁ ποιμὴν καὶ διδάσκαλος. τίς οὗτος;

Εἴπω τὸ ὄνομα, ἢ ἀρκεῖ ἡ χάρις ἀντὶ τοῦ ὀνόματος δεῖξαι τὸν ἄνδρα; διδάσκαλον γὰρ καὶ ποιμένα μετὰ τοὺς ἀποστόλους ἀκούσας, ἐνόησας πάντως τὸν μετὰ τοὺς ἀποστόλους ποιμένα τε καὶ διδάσκαλον. τοῦτον λέγω, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν ὑψηλὸν βίῳ τε καὶ λόγῳ, Βασίλειον, τὸν ἀστεῖον τῷ Θεῷ ἐκ γεννήσεως, τὸν τοῖς ἤθεσι πολιὸν ἐκ νεότητος, τὸν παιδευθέντα μὲν κατὰ Μωϋσέα πάσῃ σοφίᾳ τῶν ἔξωθεν λόγων, τοῖς δὲ ἱεροῖς γράμμασιν ἐκ βρέφους καὶ μέχρι τῆς τελειώσεως συντραφέντα καὶ συναυξηθέντα καὶ συνακμάσαντα, ὅθεν διδάσκων πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ τῇ θείᾳ τε καὶ τῇ ἔξωθεν. οἷόν τις ἀριστεὺς περιδέξιος δι' ἑκατέρας παιδεύσεως τοῖς ἀντιτεταγμένοις ἑαυτὸν ἀνθοπλίζων ᾕρει δι' ἀμφοτέρων τοὺς προσπαλαίοντας, ὑπερέχων ἐν ἑκατέρῳ τοὺς ἐν θατέρῳ τινὰ κατὰ τῆς ἀληθείας ἰσχὺν ἔχειν νομίζοντας, τοὺς μὲν ἐκ τῆς αἱρέσεως τὰς Γραφὰς προβαλλομένους ταῖς Γραφαῖς ἀνατρέπων, Ἕλληνας δὲ διὰ τῆς ἰδίας αὐτῶν συμποδίζων παιδεύσεως. ἡ δὲ κατὰ τῶν ἀντιπάλων νίκη οὐ πτῶσιν ἐποίει τῶν ἡττημέ νων, ἀλλ' ἀνάστασιν. οἱ γὰρ ἡττώμενοι τῆς ἀληθείας νικηταὶ καὶ στεφανῖται κατὰ τῆς πλάνης καὶ τοῦ ψεύδους ἐγίνοντο. 2 Τοῦτον οὖν ἔχομεν καὶ ἡμεῖς νῦν τὸν διατιθέντα ἡμῖν τὴν 2 παροῦσαν πανήγυριν, τὸν γνήσιον ὑποφήτην τοῦ Πνεύματος, τὸν γενναῖον τοῦ Χριστοῦ στρατιώτην, τὸν μεγαλόφωνον κήρυκα τοῦ σωτηρίου κηρύγματος, τὸν ἀγωνιστήν τε καὶ πρόμαχον τῆς ὑπὲρ Χριστοῦ παρρησίας, ᾧ τὰ δεύτερα μετὰ τοὺς ἀποστόλους ὁ χρόνος δίδωσι μόνος. εἰ γὰρ κατὰ τὸν αὐτὸν τῷ Παύλῳ χρόνον μετέσχεν τοῦ ἀνθρωπίνου βίου Βασίλειος, οὕτως ἂν πάντως συνεγράφη τῷ Παύλῳ ὡς Σιλουανὸς καὶ Τιμόθεος· καὶ ὅτι οὐκ ἔξω τῆς ἀληθείας στοχάζομαι οὑτωσί, τὸν λόγον κατανοήσωμεν. παρείσθω τὸ προτερεύειν τοὺς ἁγίους τῷ χρόνῳ. ἡ γὰρ τοῦ χρόνου φύσις ἐν τῷ παρῳχηκότι καὶ τῷ μέλλοντι πρὸς ἀρετήν τε καὶ κακίαν ὁμοίως ἔχει, οὔτε τοῦτο οὖσα, οὔτε τὸ ἕτερον· ἐν γὰρ προαιρέσει τὸ ἀγαθόν, οὐκ ἐν χρόνῳ. ἀλλ' ἐξεταζέσθω πρὸς τὴν πίστιν ἡ πίστις καὶ πρὸς τὸν λόγον ὁ λόγος. εὑρήσει γὰρ ὅ γε δικαίως ἐκ παραλλήλου ἀντεξετάζων τὰ θαύματα, μίαν ἐπ' ἀμφοτέρων τὴν χάριν ἐκ τοῦ αὐτοῦ Πνεύματος ἐγγινομένην ἐν ἑκατέρῳ κατὰ τὴν