1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

1

In sanctum Ephraim

ΤΟΥ ΑΥΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΕΦΡΑΙΜ. Κινεῖ με πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἡ ἐν τοῖς θείοις Εὐαγγελίοις παραβολὴ, ἡ τοῦ λύχνου μυστ αγωγία, καὶ τὴν γλῶτταν κημῷ τῆς ἀφωνίας λύει δου λεύουσαν, καὶ τὰς ὁδοὺς τῶν νοημάτων, ὡς ἱππηλά τους τρίβους προομαλίζει, καὶ τὸ τοῦ λόγου πολυει δέστατον ἅρμα ἐπὶ λεωφόρον τρέχειν ὁδὸν ἑτοιμάζεται, ὧδέ πῃ διαπρυσίως βοῶσα· Οὐ καίουσι λύχνον, καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυ χνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Καὶ τὸ ἐκ τούτου ἐν βάθει νοούμενον ἐπάγει λέγουσα· Οὕ τως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν θρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν. Οὐκ ἂν ὑπαίτιον γοῦν ἐγκαλύπτεσθαι, καὶ δειλιᾷν, ἐν οἷς αὐ τὸς ὁ ∆εσπότης θαῤῥεῖν παρηγγύησεν; Ὃς οἱονεὶ φαιδρὰν καὶ τῆς ἡλιακῆς λαμπροτέραν ἀνάψας λαμ πάδα, τὴν τοῦ προκειμένου θείου Πατρὸς ἡμῶν εἰς διήγησιν πολιτείαν, οὐχ ὑπὸ τὸν τῆς σιγῆς κατα κρύπτεσθαι ταύτην βούλεται μόδιον, ἀλλ' ἄνω προ κεῖσθαι ἐπ' αὐτῆς τῆς Ἐκκλησιαστικῆς κορυφῆς, ὥστε φαίνειν πᾶσι τοῖς ἐν τῇ κοσμικῇ περιστρεφομέ νοις οἰκίᾳ· ἐκ ταύτης τε τοὺς ὁρῶντας δοξάζειν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς.

Οὐκ ἄρα τὸν πατρικὸν εὐλαβητέον ἐκείνου δεσμὸν, ὅτι ∆εσποτικὸς πατεῖται θεσμός· ἀνάγκη γὰρ ἐκεῖθεν τῶν ἐπαίνων λαβεῖν τὰς ἀρχὰς, κἂν ἡ νῦν παράληψις τῇ θέσει κατόπιν τῶν ἐγκωμίων ἀφώρισται. Ἐπει δήπερ τῷ καλῶς διακρίνειν εἰδότι τὰ πράγματα, οὐ δεσμὸς ἐκεῖνος ἁπλῶς, ἀπείργων ἐγκωμίοις καταστέ φειν τὴν ἀνθρωπίνην δόξαν ἀποστρεφόμενον· ἀλλὰ δεσμὸς ἄδεσμος, καὶ κατοχὴ ἀκάθεκτος, πρὸς τὸ ἐναντίον τοὺς ἐραστὰς συνωθοῦσα. ∆ι' ὧν γὰρ ἐκεῖνος τοὺς ἡμετέρους ἐκφυγεῖν ἐπαίνους κατεστοχάσατο, δεσμῷ τὴν ἐγχείρησιν ἀποτειχίσας, διὰ τούτων ἡμεῖς 46.821 τὰς ἀφορμὰς τῶν ἐγκωμίων λαμβάνομεν. Ἕκαστον μὲν οὖν αὐτοῦ πλεονέκτημα πρὸς ἀφορμὴν ἐπαίνου τελείου, μάλιστα δὲ τὸ μὴ χαίρειν ἐπαίνῳ. Ἐβούλετο γὰρ οὐ δοκεῖν, ἀλλ' εἶναι χρηστός. ∆ι' αὐτὸ τοιγαροῦν καὶ μόνον, κἂν μηδὲν ἕτερον ἄξιον πέπραχεν ἐπαί νων, ἐγκωμιάζεσθαι δίκαιον, ὅτι τοσοῦτον χαίρειν εἶπε τοῖς ἐγκωμίοις, ὡς καὶ δεσμῷ σφραγίσαι τὴν ἐπ' αὐτοῖς ἐπιτίμησιν. Ἡμῖν δὲ τοῦτο πρῶτον ἀνοί γει τοῦ λόγου τὸ στάδιον, καὶ πληροφορεῖ μὴ βαίνειν ἀσκόπως, μηδὲ κατὰ κρημνοῦ φέρεσθαι, ἀλλὰ βασι λικὴν ὁδεύειν ὁδὸν, καλῶς ἀναλογιζομένοις, ὅτιπερ εἰ μὴ ἄξιον ἐπαίνων ἑαυτὸν ὁ θαυμάσιος τοῦ Θεοῦ συν εώρα, οὐκ ἂν εὐφημεῖν αὐτὸν ἀπεῖργε τοὺς θέλον τας. Οὐδεὶς γὰρ μὴ θαυμαζόμενος, ἔτι περιὼν, ἐπὶ μεγίστοις πλεονεκτήμασι παρεγγυᾷ τοῖς μετέπειτα, λήθης πτώματι τὴν ἑαυτοῦ μνήμην παραφανίζειν. Πρὸς δὴ τούτοις ἔστι καὶ τοῦτο εἰπεῖν· ὅτι καθάπερ Παῦλος ὁ ῥήτωρ τῆς χάριτος, ὁ νυμφοστόλος τῆς Ἐκ-κλησίας, τὸ τοῦ Χριστοῦ στόμα, οὐκ ἀπώλεσε τὸ κα λεῖσθαι Ἀπόστολος, διὰ τὸ εἰπεῖν, Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι Ἀπόστολος· μᾶλλον μὲν οὖν διὰ τοῦτο αὐτὸ τὸ μετριοφρονῆσαι, μεῖζον ἀπηνέγκατο κλέος. Οὕτω δὴ καὶ ὁ μέγας Πατὴρ ἡμῶν, ἀνάξιον ἑαυτὸν ἐπαίνων δι' εὐλάβειαν κρίνας, ἄξιος εὑρεθήσεται κατὰ τὸ ἀκόλουθον.

Ἐπεὶ οὖν ἡμέτερος τῆς Ἐκκλησίας νόμος, τοὺς τῆς ἀρετῆς ζηλωτὰς ἐκ τοῦ ταύτης τὰ εἴδη μετέρ χεσθαι στεφανοῦν οἶδε· καὶ τούτων ὅσοι μάλιστα τῷ ταπεινῷ τοῦ φρονήματος μέτρῳ πνευματικῶς ἀν υψώθησαν, κατὰ τὸ τοῦ Κυρίου ἐν Εὐαγγελίοις ὧδέ πως εἰρημένον· Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἔξω παντελῶς ψόγου καὶ σκώμματος καὶ αὐτῆς τυγχάνουσι κατακρίσεως, οἱ τοῦ παρόντος θεοφόρου Πατρὸς τὰς ἀρετὰς ἀναγράφοντες, καὶ οἷον εἰς στή λην ἔμπνουν καὶ ζῶσαν τὸν ἐκείνου βίον ἡμῖν ἀνεγεί ροντες. Καὶ τῶν ἐπαγγελθέντων ὁ σοφὸς