1
In sanctum pascha
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ Οἱ πένητες τῶν ἀνθρώπων φιλέορτοι δὲ καὶ προθύμῳ τῇ ψυχῇ καὶ γαύρῳ τῷ σχήματι τὰς πανηγύρεις κατασπαζόμενοι, κἂν οἴκοθεν ἑαυτοῖς μὴ ἐπαρκῶσιν εἰς τὴν σπουδαζομένην φαιδρότητα, παρὰ τῶν οἰκείων καὶ γνωρίμων πᾶσαν πολυτέ λειαν συνερανιζόμενοι ἀνενδεεῖς ἑαυτοὺς εἰς τὴν προκειμένην χρείαν παρασκευάζουσιν. ὅπερ δοκῶ μοι πρὸς τὴν παροῦσαν ἡμέραν πάσχειν ἐγώ· οὐδὲν γὰρ ἔχων μεγαλοπρεπὲς ἐν ταῖς προκειμέναις εὐφημίαις παρ' ἐμαυτοῦ συντελεῖν πρὸς τὴν ἱερὰν ᾠδήν, ἣν ἀρτίως ᾔσαμεν, καταφεύξομαι. ἐκεῖθεν δὲ ταῖς ἀφορμαῖς χρησάμενος ἀποτίσω τὸ χρέος τῇ γραφικῇ λέξει προσυφήνας καὶ τὰ ἐμά, εἴ τινα ἄρα καὶ τυγχάνει παρὰ τῷ πένητι δούλῳ τῆς εἰς τὸν δεσπότην εὐχαριστίας ἐγκώμια. ἔλεγε τοίνυν ἀρτίως ὁ ∆αβὶδ καὶ ἡμεῖς μετ' ἐκείνου· Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. πάντα τὸν ἐξ Ἀδὰμ ἄνθρωπον πρὸς τὸν ὕμνον καλεῖ μηδένα 9.246 καταλιμπάνων ἔξω τῆς κλήσεως, ἀλλὰ τοὺς ἑσπερίους, τοὺς ἑῴους, τοὺς παρ' ἑκάτερα, εἴ τις τῆς ἄρκτου γείτων καὶ τῆς μεσημβρίας ἔνοικος, ὁμοῦ πάντας δημαγωγεῖ τῷ ψαλμῷ. καὶ ἀλλαχοῦ μὲν ἀπὸ μέρους τισὶ τῶν ἀνθρώπων προσδιαλέγε ται ἢ τοὺς ὁσίους καλῶν ἢ τοὺς παῖδας πρὸς ὕμνον ἐγείρων, ἐπὶ δὲ τοῦ παρόντος ἔθνη καὶ λαοὺς τῷ ψαλτηρίῳ συνάγει. ὅταν γὰρ κατὰ τὸν ἀπόστολον παρέλθῃ τὸ σχῆμα τοῦ κόσμου τούτου, βασιλεὺς δὲ καὶ θεὸς ἐπιφανῇ πᾶσιν Χριστὸς πᾶσαν ψυχὴν ἄπιστον πληροφορήσας καὶ γλῶσσαν βλάσφημον χαλινώσας, στήσῃ δὲ Ἑλλήνων τὴν ματαιότητα καὶ Ἰουδαίων τὴν πλάνην καὶ τῶν αἱρέσεων τὴν ἀδάμαστον γλωσσαλγίαν, τότε δὴ, τότε πάντα τὰ ἔθνη καὶ οἱ ἀπ' αἰῶνος λαοὶ ὑποκύψαν τες ἄμαχον τὴν προσκύνησιν ἀναπέμψουσι καὶ θαυμαστή τις ἔσται συμφωνία δοξολογίας τῶν μὲν ὁσίων συνήθως ὑμνούντων τῶν δὲ ἀσεβῶν ἐξ ἀνάγκης ἱκετευόντων· καὶ τότε ἀληθῶς ὁ ἐπινίκιος ὕμνος συμφώνως παρὰ πάντων ᾀσθήσεται καὶ τῶν κρατηθέντων καὶ τῶν νικησάντων· τότε καὶ ὁ τῆς ταραχῆς ὑπαίτιος, ὁ τὴν τοῦ δεσπότου φαντασθεὶς ἀξίαν μαστιγίας οἰκέτης ὀφθήσεται πᾶσι παρ' ἀγγέλων πρὸς τὴν τιμωρίαν συρόμενος καὶ πάντες οἱ τῆς ἐκείνου κακίας ὑπηρέται καὶ συνεργοὶ ταῖς πρεπούσαις κολάσεσι καὶ δικαίαις ὑποβληθήσονται, εἷς δὲ φανήσεται βασιλεὺς καὶ κριτὴς κοινὸς δεσπότης παρὰ πάντων ὁμολογούμενος, ἡσυχία δὲ ἔσται κατεσταλμένη, ὥσπερ ὅταν ἄρχοντος ἐπὶ βήματος καθημένου ὁ μὲν κήρυξ ὑποσημαίνῃ τὴν σιωπήν, οἱ λαοὶ δὲ καὶ ὄψιν καὶ ἀκοὴν συντείναντες τὴν τῆς δημηγορίας ἀκρόασιν 9.247 ἀναμένωσιν. διὰ τοῦτο Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. αἰνέσατε ὡς δυνατόν, ἐπαινέσατε ὡς φιλάνθρωπον, ὅτι πεσόντας καὶ νεκροὺς ὄντας αὖθις ἐζωοποίησε καὶ τὸ πονέσαν σκεῦος ἀνενεώσατο πάλιν καὶ τὴν ἐν τοῖς τάφοις τῶν λειψάνων ἀηδίαν εἰς ζῷον ἄφθαρτον φιλανθρώπως ἐμόρφωσε καὶ ψυχὴν τὴν πρὸ [τεσσάρων] χιλιάδων ἐτῶν καταλιποῦσαν τὸ σῶμα ὡς ἐκ μακρᾶς ἀποδη μίας εἰς <τὴν> ἰδίαν οἰκίαν ἐπανήγαγεν οὐδὲν ἀπὸ χρόνου καὶ λήθης ξενιζομένην πρὸς τὸ ἴδιον ὄργανον, ἀλλὰ θᾶττον ἐπ' αὐτὸ χωροῦσαν ἢ ὄρνις ἐπὶ τὴν καλιὰν τὴν οἰκείαν καθίπταται. Εἴπωμεν γὰρ τὰ οἰκεῖα τῆς ἑορτῆς, ἵνα ἀκολούθως καὶ προσφυῶς τοῖς πράγμασιν ἑορτάσωμεν· τὸ γὰρ ἀνοίκειον καὶ ἀλλότριον πρὸς τῷ μηδὲν ὠφελεῖν ἄτακτόν ἐστι καὶ ἀλλόκοτον οὐκ ἐν τοῖς περὶ θρησκείας καὶ εὐσεβείας λόγοις μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἔξωθεν καὶ τῆς τοῦ κόσμου σοφίας.
Tίς γὰρ οὕτως ἀνόητος καὶ ὑπεργέλοιος ῥήτωρ, ὡς κληθεὶς εἰς φαιδρότητα γάμου ἀποστῆναι μὲν τῶν ἁρμοδίων λόγων καὶ γλαφυρῶν συνευπαθούντων ταῖς