1

 2

1

Inventio imaginis in Camulianis

Τῷ αὐτῷ μηνὶ θʹ, Ἡ εὕρεσις τῆς ἀχειροποιήτου καὶ θείας εἰκόνος τῶν Καμουλιανῶν, συγγραφεῖσα παρὰ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου

ἐπισκόπου Νύσης.

1 Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ δίκαιος καὶ μόνος ἀληθινὸς θεὸς ἡμῶν, ὁ τῇ οὐσίᾳ τῆς θεότητος ἀόρατος, ὁ τῷ κράτει ἀήττητος, ὁ τῇ δυνάμει ἀνεκλάλητος, ὁ τῇ φύσει φιλάνθρωπος καὶ ἀγαθός, ὁ τῇ δόσει ἀμεταμέλητος· ἡ εἰκὼν τοῦ πατρὸς ἡ ἀπαράλλακτος, ὁ πρὸ αἰώνων ἀοράτως ἐκ τοῦ πατρὸς γεννηθεὶς καὶ ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐκ μητρὸς παρθένου τεχθείς, ἐνταῦθα καὶ αὖθις ἐν ἁγίᾳ εἰκόνι φανῆναι κατηξίωσε δι' ἰδίαν ἀγαθότητα καὶ ἄμετρον εὐσπλαγχνίαν. καὶ ἐκεῖ μὲν μάγους ὁδηγῶν πρὸς πορείαν δι' ἀστέρος, ἐνταῦθα δὲ τοὺς νηπιάζοντας τὴν φρένα πρὸς τελείαν γνῶσιν ἐπανάγων τὴν πρὸς ἑαυτόν. ὢ ἀφράστου φιλανθρωπίας, ὢ ἀμέτρου κηδε μονίας, ὢ ἀφάτου ἀνεξικακίας, ὢ ἀνεκδιηγήτου δωρεᾶς, ὢ ἀκαταλήπτων μυστηρίων· ὄντως παράδοξον θαῦμα καὶ φοβερόν, ὅτι ἐν ἡμῖν τοῖς πηλίνοις χαρακτῆρι ἀΰλῳ καθορᾶται ὁ κτίστης. ἐκεῖ ἐκ παρθένου νέος ἐφάνη διὰ γεννήσεως, ἐνταῦθα ὁ αὐτὸς σωματικῇ εἰκόνι σήμερον προσκυνεῖσθαι κατηξίωσεν. ὦ θαῦμα καὶ θαυμάτων παραδοξώτερον· πάλιν γὰρ συγκατάβασις δε σπότου φιλανθρώπου πρὸς τοὺς οἰκείους δούλους γέγονε.

2 δεῦτε οὖν, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε καὶ διηγήσομαι ὑμῖν πᾶσι τοῖς φοβουμένοις τὸν κύριον, ὅσα γέγονεν ἐν τῇ Καμουλιανῶν νέᾳ Βηθλεέμ, καὶ τὰ περὶ τῆς τιμίας εἰκόνος καὶ μακαρίας Βάσσης τῆς μετακληθείσης Ἀκυλίνης ἐπὶ μέσον προ θήσω ἐγὼ ὁ ταπεινὸς Γρηγόριος ὡς ὑπὸ τοῦ ἁγίου πνεύματος φανερωθέντα μοι τῷ ἀναξίῳ.

3 Αὕτη ἡ μακαρία, Ἑλληνὶς οὖσα καὶ σύζυγον ἔχουσα Κάμουλον τοὔνομα, Ἕλληνα καὶ αὐτὸν ὑπάρχοντα καὶ τοπάρχην, ἐμμανῶς δὲ ἔχοντα κατὰ τῶν Χριστιανῶν κατὰ τὸ πρόσταγμα ∆ιοκλητιανοῦ τοῦ βασιλέως, ἐλλαμφθεῖσα τῇ θείᾳ χάριτι ἐζήτει τοῦ τε ἀνδρὸς καὶ τῆς τούτου θρησκείας ἀποστῆναι, σπεύδουσα πρὸς μόνον τὸν ζωῆς δεσπότην καὶ βασιλέα τὴν ἐλπίδα καὶ ἐπίγνωσιν ἔχειν ἐν τῷ κρυπτῷ διὰ τὸν φόβον ὃν ἔχει τοῦ παρανόμου ἀνδρός, καὶ ἐδυσώπει ἀεὶ τὸν κύριον δέξασθαι τὸ ἅγιον βάπτισμα, παννύχοις ἀσχολουμένη προσευχαῖς καὶ ταῖς καθ' ἑκάστην νηστείαις, πᾶσαν καθαρότητα ψυχῆς καὶ σώμα τος ἐν ἑαυτῇ περιφέρουσα, καὶ τῇ ἁγνείᾳ προσκαρτεροῦσα. διὸ καὶ τῆς ἀποκαλύψεως τοῦ ἁγίου πνεύματος κατηξίωται. 4 προσευχομένης γὰρ αὐτῆς πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ δακρύων καὶ συντετριμμένης καρδίας, ὁ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν θεὸς εἰσήκουσε τῆς δεήσεως αὐτῆς καταμετρήσας τὴν πίστιν αὐτῆς καί φησιν· "3ἐπειδὴ διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν κατῆλθον ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ νῦν παραγίνομαι πρὸς σὲ τὰ δάκρυά σου οἰκτείρας. εὐτρέπισον οὖν τράπεζαν καθαρὸν καὶ ἐπίθες ἐν αὐτῇ κίδαριν λευκὴν καὶ σκεῦος ἄθικτον διαυγὲς μετὰ ὕδατος καὶ ἑτοίμασον αὐτὰ ἐν ταμείῳ κεκοσμημένῳ καὶ ῥῖψον σεαυτὴν εἰς τὸ ἔδαφος τὸ τοῦ κοιτῶνος ἐξώτερον καὶ σκεπάσει σε ἡ δεξιά μου καὶ ὀφθήσομαί σοι ὡς βούλομαι"3. 5 καὶ ἔπεσεν οὕτως ἡ μακαρία Ἀκυλίνα, καθὼς προσέταξεν αὐτῇ ἡ θεία φωνή. καὶ κατέβη πρὸς αὐτὴν ὁ δεσπότης Χριστός, ὢ ξένου καὶ φρικτοῦ μυστηρίου, ὁ πάντοτε καὶ πανταχοῦ παραγενόμενος καὶ μηδέποτε παρορῶν τοὺς ἐλπίζοντας καὶ βοῶντας πρὸς αὐτὸν καὶ ποθοῦντας αὐτόν. βαβαὶ τῆς συγκαταβάσεως καὶ ἀφάτου φιλανθρωπίας, ὅτι το σούτων δωρεῶν τοὺς δούλους αὐτοῦ κατηξίωσε· συνῆλθον δὲ