1

 2

 3

 4

 5

 6

1

Oratio funebris in Flacillam imperatricem

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΤΦΙΟΣ ΕΙΣ ΠΛΑΚΙΛΛΑΝ

ΒΑΣΙΛΙΣΣΑΝ

Ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος (ἐκ γὰρ τῶν ἀνεγνωσ μένων ἀπὸ τοῦ θείου εὐαγγελίου προοιμιάζομαι), ὃν κατέστη σεν ὁ κύριος ἐπὶ τῆς οἰκετίας ταύτης τοῦ διδόναι ἐν καιρῷ τοῖς οἰκονομουμένοις τὸ σιτομέτριον, καλῶς ἐν τῷ πρὸ τούτου χρόνῳ καταδικάσας τὴν ἀφωνίαν τοῦ λόγου, καλῶς τοῦ μεγέθους τῆς συμφορᾶς ἐπαισθόμενος καὶ τιμήσας τῇ ἡσυχίᾳ τὸ πένθος, οὐκ οἶδ' ὅπως ἐν τῷ παρόντι συλλόγῳ πάλιν ἐπανάγει τῇ ἐκκλησίᾳ τὸν λόγον αὐτὸς ἀναλύων τὴν ἰδίαν κατὰ τοῦ λόγου ψῆφον· καίτοι γε σφόδρα θαυμάζων τῆς συνέσεως ἐν πολλοῖς τὸν διδάσκαλον ἐν τούτῳ μάλιστα πλέον ὑπερεθαύμασα ὡς καλῶς ἐν τῇ συμφορᾷ τὸν λόγον κατασιγά σαντα. προσφυὲς γάρ μοι δοκεῖ καὶ κατάλληλον εἶναι τοῖς πενθοῦσι φάρμακον ἡ σιγὴ τὸ διοιδοῦν τῆς ψυχῆς χρόνῳ καὶ κατηφείᾳ δι' ἡσυχίας ἐκπέττουσα. ὡς εἴ γέ τις ἔτι τὴν ψυχὴν τοῦ πάθους ὑποθερμαίνοντος ἀνακινοίη τὸν λόγον, 9.476 δυσαλθέστερον τὸ τῆς λύπης τραῦμα γενήσεται τῇ μνήμῃ τῶν ἀλγεινῶν οἷόν τίσιν ἀκάνθαις ἐπιξαινόμενον.

Εἰ δὲ μὴ λίαν ἐστὶ τολμηρὸν κἀμέ τι τῶν τοῦ διδασκάλου προσδιορθώ σασθαι, τάχα καλῶς ἔσχε μέχρι τοῦ νῦν κατακρατεῖν ἡμῶν τὴν ἡσυχίαν, ὡς ἂν μὴ πρὸς τὸ πάθος ὁ λόγος καθελκυσθεὶς τὴν ἀκοὴν ἀνιάσειεν. οὔπω γὰρ τοσοῦτος ὁ ἐν τῷ μέσῳ χρόνος ὥστε προσεθίσαι τῷ κακῷ τὴν διάνοιαν· ἔτι νέον ἐν τῇ ψυχῇ τὸ πάθος (τάχα δὲ καὶ ἀεὶ νέον ἔσται τῷ βίῳ τὸ ἄλγημα), ἔτι ταράσσεται ἡμῶν ἡ καρδία καὶ καθάπερ τις θάλασσα κυματουμένη τῇ λαίλαπι τῆς συμφορᾶς ἐκ βυθῶν ἀναστρέφεται, ἔτι διοιδοῦσιν οἱ λογισμοὶ πρὸς τὴν μνήμην τῶν κακῶν ἀναζέοντες. ἀστατούσης οὖν τῷ τοιούτῳ κλύδωνι τῆς ψυχῆς πῶς ἔστι προαγαγεῖν ἐπ' εὐθείας τὸν λόγον οἷόν τινι καταιγίδι τῷ πάθει τῆς λύπης ἐγχειμαζόμενον; ἀλλ' ἐπειδὴ χρὴ κελεύοντι πείθεσθαι, οὐκ οἶδα ὅπως τῷ λόγῳ χρήσομαι· οὐ γὰρ εὑρίσκω τῆς διανοίας τοῦ διδασκάλου καταστοχάσασθαι. ἢ τάχα βούλεταί τι καὶ τῷ πάθει χαρίσα σθαι καὶ τοῖς ἐμπαθεστέροις τῶν λόγων ἀνακινῆσαι τῇ ἐκκλησίᾳ τὸ δάκρυον; καὶ εἰ ταῦτα διανοεῖται, ὀρθῶς κατά γε τὴν ἐμὴν κρίσιν καὶ τοῦτο ποιεῖ· δεῖ γὰρ πάντως, ὥσπερ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν προθυμούμεθα, οὕτω καὶ πρὸς τὰ λυπηρὰ τῶν συμπιπτόντων οἰκείως ἔχειν· τοῦτο γὰρ καὶ ὁ Ἐκκλησιαστὴς συμβουλεύει· Καιρός, φησί, τοῦ γελάσαι καὶ καιρὸς τοῦ κλαῦσαι. μανθάνομεν γὰρ διὰ τούτων ὅτι δεῖ καταλλήλως τῷ ὑποκειμένῳ καὶ τὴν ψυχὴν διατίθεσθαι· κατὰ ῥοῦν τὰ πράγματα φέρεται; εὔκαιρον τὸ εὐφραίνεσθαι· μετέπεσε τὸ φαιδρὸν εἰς κατήφειαν; μεταβάλλειν προσήκει 9.477 καὶ τὴν εὐθυμίαν εἰς δάκρυον. ὥσπερ γὰρ ὁ γέλως σημεῖον τῆς ἔνδον φαιδρότητος γίνεται, οὕτω καὶ ὁ ἐν τῇ καρδίᾳ πόνος ὑπὸ τῶν θρήνων διερμηνεύεται καὶ γίνεται τῶν τῆς ψυχῆς τραυμάτων ὥσπερ αἷμα τὸ δάκρυον. τοῦτο καὶ ἡ Παροιμία Σολομῶντός φησιν ὅτι Καρδίας εὐφραινομένης πρόσωπον θάλλει, τῆς ψυχῆς δὲ ἐν λύπαις οὔσης σκυθρωπάζει. οὐκοῦν ἀνάγκη πᾶσα τῇ διαθέσει τῆς καρδίας συσκυθρωπάσαι τὸν λόγον. καὶ εἴθε δυνατὸν ἦν τοιούτους ἐξευρεῖν τινας λόγους, οἵους ὁ μέγας Ἰερεμίας τῇ συμφορᾷ ποτε τῶν Ἰσραηλιτῶν ἐπεθρήνησεν. ἐκείνων γὰρ ἄξια τὰ παρόντα μᾶλλον ἢ εἴ τι τῶν ἀρχαίων ἐν σκυθρωποῖς μνημονεύεται. χαλεπὰ τὰ τοῦ Ἰὼβ διηγήματα· ἀλλὰ τί χρὴ πρὸς τοσοῦτον κακὸν ἀντεξαγαγεῖν μιᾶς οἰκίας εὐαρίθμητα πάθη; κἂν τὰ μεγάλα καὶ κοινότερα τῶν κακῶν διεξέλθῃς, σεισμοὺς καὶ πολέμους καὶ ἐπικλύσεις καὶ