1

 2

 3

 4

 5

1

Oratio funebris in Meletium episcopum

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΤΑΦΙΟΣ ΕΙΣ ΜΕΛΕΤΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΑΝΤΙΟΧΕΙΑΣ

Ηὔξησεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἀποστόλων ὁ νέος ἀπόστο λος, ὁ

συγκαταψηφισθεὶς μετὰ τῶν ἀποστόλων· εἵλκυσαν γὰρ οἱ ἅγιοι πρὸς ἑαυτοὺς τὸν ὁμότροπον, τὸν ἀθλητὴν οἱ ἀθληταί, τὸν στεφανίτην οἱ στεφανῖται, τὸν ἁγνὸν τῇ ψυχῇ οἱ καθαροὶ τῇ καρδίᾳ, τὸν κήρυκα τοῦ λόγου οἱ ὑπηρέται τοῦ λόγου. ἀλλὰ μακαριστὸς μὲν ὁ πατὴρ ἡμῶν τῆς τε ἀποστολικῆς συσκηνίας καὶ τῆς πρὸς τὸν Χριστὸν ἀναλύσεως, ἐλεεινοὶ δὲ ἡμεῖς· οὐ γὰρ ἐᾷ μακαρίζειν ἡμᾶς τοῦ πατρὸς τὴν εὐκληρίαν ἡ ἀωρία τῆς ὀρφανίας. ἐκείνῳ κρεῖττον ἦν τὸ σὺν Χριστῷ εἶναι διὰ τῆς ἀναλύσεως, ἀλλ' ἡμῖν χαλεπὸν τὸ διαζευχθῆναι τῆς πατρικῆς προστασίας. ἰδοὺ γάρ, βουλῆς καιρός, καὶ ὁ συμβουλεύων σιγᾷ· πόλεμος ἡμᾶς περιεστοίχισται, πόλεμος 9.442 αἱρετικός, καὶ ὁ στρατηγῶν οὐκ ἔστιν· κάμνει ταῖς ἀρρωστίαις τὸ κοινὸν σῶμα τῆς ἐκκλησίας, καὶ τὸν ἰατρὸν οὐχ εὑρίσκομεν. ὁρᾶτε ἐν ποταποῖς τὰ ἡμέτερα. ἐβουλόμην, εἴ πως οἷόν τε ἦν, τονώσας ἐμαυτοῦ τὴν ἀσθένειαν συναναβῆναι τῷ ὄγκῳ τῆς συμφορᾶς καί τινα ῥῆξαι φωνὴν κατ' ἀξίαν τοῦ πάθους, καθάπερ οἱ γενναῖοι πεποιήκασιν οὗτοι μεγαλοφώνως τὴν ἐπὶ τῷ πατρὶ συμφορὰν ὀδυρόμενοι. ἀλλὰ τί πάθω; πῶς βιάσωμαι γλῶσσαν εἰς ὑπηρεσίαν τοῦ λόγου καθάπερ τινὶ πέδῃ βαρείᾳ τῇ συμφορᾷ πεδηθεῖσαν;

Πῶς ἀνοίξω στόμα τῇ ἀφασίᾳ κεκρατημένον; πῶς προῶμαι φωνὴν εἰς πάθη καὶ θρήνους ἐκ συνηθείας κατολισθαίνουσαν; πῶς ἀναβλέψω τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς τῷ τῆς συμφορᾶς γνόφῳ κεκαλυμμένοις; τίς μοι διασχὼν τὴν βαθεῖαν ταύτην καὶ σκοτεινὴν τῆς λύπης νεφέλην πάλιν ἐξ αἰθρίας λαμπρὰν ἀναδείξει τὴν τῆς εἰρήνης ἀκτῖνα; πόθεν δὲ καὶ ἀναλάμψει ἡ ἀκτὶς τοῦ φωστῆρος ἡμῶν καταδύντος; ὢ κακῆς σκοτομήνης ἀνατολὴν φωστῆρος οὐκ ἐλπιζούσης. Ὡς ἀπεναντίον ἡμῖν ἐν τῷ παρόντι τόπῳ νῦν τε καὶ πρώην οἱ λόγοι γίνονται. τότε γαμικῶς ἐχορεύομεν, νῦν ἐλεεινῶς ἐπὶ τῷ πένθει στενάζομεν. τότε ἐπιθαλάμιον, 9.443 νῦν ἐπιτάφιον ᾄδομεν. μέμνησθε γὰρ ὅτε τὸν πνευματικὸν γάμον ὑμᾶς εἱστιάσαμεν τῷ καλῷ νυμφίῳ συνοικίζοντες τὴν παρθένον, ὑμᾶς, καὶ τὰ τῶν λόγων ἕδνα κατὰ δύναμιν ἡμῶν εἰσηνεγκάμεθα εὐφραίνοντες ἐν τῷ μέρει καὶ εὐφραινόμενοι. ἀλλὰ νῦν εἰς θρῆνον ἡμῖν ἡ χαρὰ μεθηρμόσθη καὶ ἡ τῆς εὐφροσύνης περιβολὴ σάκκος ἐγένετο. ἢ τάχα σιωπᾶν ἔδει τὸ πάθος καὶ ἔνδον ἀποκλείειν τῇ σιωπῇ τὴν ἀλγηδόνα, ὡς ἂν μὴ διοχλοίη μεν τοὺς υἱοὺς τοῦ νυμφῶνος οὐκ ἔχοντες τὸ φαιδρὸν τοῦ γάμου ἔνδυμα ἀλλὰ μελανειμονοῦντες τῷ λόγῳ; ἐπειδὴ γὰρ ἀπήρθη ἀφ' ἡμῶν ὁ καλὸς νυμφίος, ἀθρόως τῷ πένθει κατεμελάνθημεν, καὶ οὐκ ἔστι συνήθως καταφαιδρῦναι τὸν λόγον τὴν κοσμοῦσαν ἡμᾶς στολὴν τοῦ φθόνου ἀποσυλή σαντος. πλήρεις ἀγαθῶν πρὸς ὑμᾶς ἀπηντήσαμεν· γυμνοὶ καὶ πένητες ἀφ' ὑμῶν ὑποστρέφομεν. ὀρθὴν εἴχομεν ὑπὲρ κεφαλῆς τὴν λαμπάδα πλουσίῳ τῷ φωτὶ καταλάμπουσαν· ταύτην ἐσβεσμένην ἀνακομίζομεν εἰς καπνὸν καὶ κόνιν διαλυ θέντος τοῦ φέγγους.

Εἴχομεν τὸν θησαυρὸν τὸν μέγαν ἐν ὀστρα κίνῳ τῷ σκεύει· ἀλλ' ὁ μὲν θησαυρὸς ἀφανής, τὸ δὲ ὀστράκινον σκεῦος κενὸν τοῦ πλούτου τοῖς δεδωκόσιν ἐπανασῴζεται. τί ἐροῦσιν οἱ ἀποστείλαντες; τί ἀποκρινοῦνται οἱ ἀπαιτούμε 9.444 νοι; ὢ πονηροῦ ναυαγίου. πῶς ἐν μέσῳ τῷ λιμένι τῆς ἐλπίδος ἡμῶν ἐναυαγήσαμεν; πῶς ἡ μυριοφόρος ὁλκὰς αὐτῷ πληρώματι καταδῦσα γυμνοὺς ἡμᾶς τούς ποτε πλουτοῦντας κατέλιπεν; ποῦ τὸ λαμπρὸν ἱστίον ἐκεῖνο τὸ τῷ ἁγίῳ πνεύματι διὰ