1

 2

 3

1

Ad Eudoxiam 17

286 «Ὡς ὁρῶ, ἅπερ σπεύδω οἰκοδομεῖν πρὸς σωτηρίαν τῆς θεοφιλοῦς σου ψυχῆς, σὺ τὸ μᾶλλον καταβάλαι οὐκ ὀκνεῖς. Ἐγὼ γὰρ οὐ μόνον ταύτης τῆς προσκαίρου βασιλείας ἀπολαῦσαί σε εὔχομαι ἐν γήρᾳ πίονι, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ ἀπεράντου τῶν οὐρανῶν βασιλείας κληρονόμον σε ἀναδειχθῆναι διὰ τῆς ἀγαθοεργίας σου. Ποίαν γὰρ καύχησιν ὑπερτέραν ταύτης ἔχομεν τοῦ πᾶσι γνώριμον γενέσθαι τὴν ὑμετέραν καλοκαγαθίαν ἐν πάσῃ εὐσεβείᾳ καὶ εὐπραγίᾳ βιοῦν; Ἐκπέπληγμαι δὲ ἀληθῶς καὶ ἐξέστην ἀκηκοὼς τῶν παρ' ὑμῶν ῥηθέντων σήμερον Θεοδωρίχῳ τῷ πατρικίῳ, ἀνδρὶ κατὰ Θεὸν ζῶντι, καθότι ὁ Θεὸς κατέστησεν ὑμᾶς δεσπότας πάσης γῆς καὶ θαλάσσης καὶ οὐ δέεται ἡ βασιλεία τῶν ὑπαρχόντων αὐτοῦ καὶ μάλιστα μηδὲν αὐτοῦ πταίσαντος αὐτῇ. Παρακαλῶ οὖν τὴν ὑμετέραν θεοφίλειαν μηδέν, ὧν εἴπατε αὐτῷ, ζητῆσαι παρ' αὐτοῦ, ἀλλὰ συγχωρῆσαι αὐτῷ πάντα, κελεῦσαι δὲ καὶ ἀδιαστρόφως αὐτὸν πολιτεύεσθαι, ὁ δὲ δεσπότης καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκτελέσαι πάντα τὰ αἰτήματα ὑμῶν εἰς τὸ ἀγαθὸν κατὰ τὸ αὑτοῦ θέλημα, φιλόχριστε. Ἔρρωσο πολλοῖς ἔτεσιν διαμένουσα τῇ πολιτείᾳ Ῥωμαίων». 287.10 «Ὡς οἶμαι, οὐ διαλανθάνει τὴν σὴν θεοφίλειαν ἡ τῶν ἐμῶν γεννητόρων εὐγένεια καὶ εὐπορία καὶ τῆς ἀξίας αὐτῶν ἡ περιφάνεια, πάλιν δὲ ὡς οὐδέποτε ἠγάπησα πλοῦτον, οὔτε ἠράσθην χρημάτων ἢ δόξης ἀνθρωπίνης, ἀλλὰ κἀκείνοις πολλάκις συνεβούλευον ἀποκτήσασθαι τὴν τοιαύτην ματαίαν φροντίδα καὶ ἐπιμελήσασθαι τῆς ἑαυτῶν σωτηρίας διὰ τῆς εἰς τοὺς πένητας μεταδόσεως, ὅπως κτήσωνται τὴν ἐπουράνιον βασιλείαν. Πῶς δὲ καὶ χρημάτων ἐπιθυμήσω ἀεὶ νουθετῶν καὶ ἐπιπλήττων ἐν ταῖς ἐξηγήσεσι τοὺς ταῦτα κεκτημένους καὶ μὴ ῥαντίζοντας αὐτὰ εἰς τὰς τῶν πενήτων χεῖρας. Ἐμοὶ γὰρ ἀρκεῖ πρὸς ἀποτροφὴν ὀλίγος ἄρτος σὺν ἅλατι καὶ λαχάνοις οἰκτροῖς διὰ τὴν τοῦ σώματος ἀσθένειαν. Περὶ δὲ Θεοδωρίχου ἐσήμανας ὡς ἐσφετέρισα τὴν ὕπαρξιν αὐτοῦ εἰς ἴδιόν μου κέρδος. Τοῦτο οὖν γνωστὸν ἔστω σοι, ὡς ἐμοὶ τί ποτε οὐκ ἔδωκεν. Ἀλλ' οὔτε, εἰ ἔδωκεν, ἐλάμβανον παρ' αὐτοῦ τὸ εἴ τι οὖν. Ἀλλ' ἐκεῖνος τῷ Χριστῷ ἐδάνεισεν αὐτά, ἐνταῦθα παραθέμενος εἰς τὰς τῶν πενήτων καὶ δεομένων χεῖρας, ὅπως ταῦτα κομίσηται παρ' αὐτοῦ ἐν τῷ μέλλοντι αἰῶνι πολυπλασίονα. Εἴθε δὲ καὶ αὐτὴ τοῦτον ἐζήλωσας κενώσασα τὰ χρήματά σου εἰς τοὺς αἰωνίους θησαυρούς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὐ κλέπται καὶ ἐπίβουλοι διορύττειν τολμῶσι. ∆έδωκε γὰρ αὐτὰ εἰς τὸ ξενοδοχεῖον τῆς ἐκκλησίας, ὅπως δι' αὐτῶν γένηται ἡ φροντὶς τῶν δεομένων. Εἰ οὖν βούλει ταῦτα λαβεῖν καὶ λυπῆσαι τὸν Χριστόν, σὺ ὄψει. Πίστευε γάρ μοι, ὅτι ἐὰν τοῦτο ποιήσῃς, θλίβεται κατὰ σοῦ». 289 «Ἡ μὲν φιλόχριστος πίστις καὶ διαγωγὴ τῶν ὑμετέρων γονέων πᾶσι κατάδηλος ὑπάρχει. ∆ιὸ καὶ ταῖς εὐχαῖς καὶ καλοκαγαθίαις αὐτῶν ὁ Θεὸς δυσωπούμενος ἀπένειμέ σοι τὰ τῆσδε τῆς ἐπιγείου βασιλείας τὰ σκῆπτρα, ἐκδεχόμενος διὰ τῶν ἔργων σου καὶ τῆς ἐπουρανίου βασιλείας κληρονόμον ἀναδεῖξαί σε· πλοῦτος γὰρ καὶ δόξα καὶ περιφάνεια κοσμικὴ οὐκ ὠφελήσει ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ' ἢ μόνον ἡ διὰ τῶν ἔργων ἡμῶν διαγωγή.

Μὴ οὖν ἐπιλήσμων γενήσῃ τούτου, μηδὲ τοῦ φόβου τοῦ Θεοῦ, σαφῶς ἐπισταμένη, ὅτι ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς χερσὶν αὐτοῦ ἐστι καὶ ᾧ μὲν προστιθεῖ, ἐξ οὗ δὲ βούλεται καὶ ἀφαιρεῖ. Χοῦς καὶ σποδὸς ὑπάρχοντες μετ' ὀλίγον εἰς γῆν καταφερόμενοι ἐν σκοτεινοῖς καὶ ἀφεγγέσι χωρίοις καθὼς καὶ οἱ πρὸ ἡμῶν πάντες βασιλεῖς καὶ ἄρχοντες καὶ ἀρχόμενοι. Ἀπόβλεψον εἰς τοὺς πρὸ ὑμῶν βασιλέας. Τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνασι, σύνες· πῶς ἐφ' ἑκάστης οἱ μὲν ἐν ἀγαθοῖς μνημονευόμενοι, οἱ δὲ τὰ φαῦλα διεξελθόντες ἐπὶ κακοῖς ἀεὶ καὶ κατάραις οὐ ταῖς τυχούσαις ὑπὸ πάντων μνημονευόμενοι πλειστάκις· οὐδὲ τῶν ὀνομάτων αὐτῶν ὑπὸ