1

 2

1

Ad Innocentium papam ii

ΙΝΝΟΚΕΝΤΙΩ, ΕΠΙΣΚΟΠΩ ΡΩΜΗΣ, Ἰωάννης ἐν Κυρίῳ χαίρειν.

52.535 Τὸ μὲν σῶμα ἡμῖν ἐν ἑνὶ ἵδρυται χωρίῳ, τῆς δὲ ἀγάπης τὸ πτερὸν πανταχοῦ τῆς οἰκουμένης περιίπταται. Ὅταν καὶ ἡμεῖς ὁδοῦ τοσούτῳ διῳκισμένοι μήκει, πλησίον τῆς εὐλαβείας ὑμῶν ἐσμεν, καὶ καθ' ἑκάστην ὑμῖν συγγινόμεθα τὴν ἡμέραν, ὀφθαλμοῖς τοῖς ἐκείνης βλέποντες ὑμῶν τὴν ἀνδρείαν τῆς ψυχῆς, τὸ γνήσιον τῆς διαθέσεως, τὸ στεῤῥὸν, τὸ ἀπερίτρεπτον, τὴν πολλὴν ὑμῶν παράκλησιν καὶ διαρκῆ καὶ μόνιμον. Ὅσῳ γὰρ τὰ τῶν κυμάτων ἐπὶ πλεῖον αἴρεται, καὶ πλείους ὕφαλοι καὶ σπιλάδες φύονται, καὶ πολλαὶ αἱ καταιγίδες, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας αὔξει τὰ τῆς ὑμετέρας· καὶ οὐχ ὁδοῦ μῆκος τοσοῦτον, οὐ χρόνου πλῆθος, οὐ δυσκολία πραγμάτων ὑπτίους γενέσθαι ὑμᾶς παρεσκεύασεν· ἀλλὰ μένετε μιμούμενοι τοὺς ἀρίστους τῶν κυβερνητῶν, οἳ τότε μάλιστα διεγείρονται, ὅταν ἴδωσι τὰ κύματα κορυφούμενα, τὴν θάλατταν ἐπὶ μεῖζον φερομένην, πολὺν τῶν ὑδάτων τὸν πάταγον, βαθυτάτην ἐν ἡμέρᾳ νύκτα. ∆ιὸ καὶ χάριτας ὑμῖν ἴσμεν πολλὰς, καὶ ἐπιθυμοῦμεν καὶ νιφάδας ὑμῖν πέμπειν γραμμάτων, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι. Ἀλλ' ἐπειδὴ τοῦτο ἀφῃρήμεθα παρὰ τῆς τοῦ τόπου ἐρημίας· οὐδὲ γὰρ μόνον τῶν ἐκεῖσε ἀφικνουμένων, ἀλλ' οὐδὲ τῶν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ διατριβόντων, δύναιτ' ἄν τις ῥᾳδίως ἡμῖν συγγενέσθαι, διά τε τὸ πόῤῥω καὶ πρὸς αὐτὰς τὰς ἐσχατιὰς κεῖσθαι τὸ χωρίον ἐν ᾧ καθείργμεθα, καὶ διὰ τὸν λῃστρικὸν φόβον πᾶσαν ἀποτειχίζοντα τὴν ὁδόν· παρακαλοῦμεν ἐλεεῖν μᾶλλον ἡμᾶς τῆς μακρᾶς σιγῆς, ἢ ῥᾳθυμίαν ἐντεῦθεν καταγινώσκειν ἡμῶν.

Ὅτι γὰρ οὐκ ὀλιγωροῦντες ἐσιγήσαμεν, ἐπιλαβόμενοι διὰ πολλοῦ τοῦ χρόνου νῦν τοῦ τιμιωτάτου καὶ ἀγαπητοῦ Ἰωάννου τοῦ πρεσβυτέρου, καὶ Παύλου τοῦ διακόνου, καὶ γράφομεν, καὶ εὐχαριστοῦντες ὑμῖν οὐ διαλιμπάνομεν, ὅτι πατέρας φιλοστόργους ἀπεκρύψατε τῇ περὶ ἡμᾶς εὐνοίᾳ τε καὶ σπουδῇ. Καὶ τὸ μὲν εἰς τὴν εὐλάβειαν ἧκον τὴν ὑμετέραν, τὴν προσήκουσαν διόρθωσιν εἴληφεν ἅπαντα, καὶ ὁ φορυτὸς τῶν κακῶν καὶ τὰ σκάνδαλα ἀνῄρηται, καὶ αἱ Ἐκκλησίαι εἰρήνης ἀπήλαυσαν καὶ λευκῆς γαλήνης, καὶ πάντα κατὰ ῥοῦν φέρεται, καὶ καταφρονηθέντες 52.536 ἐξεδικήθησαν νόμοι, καὶ θεσμοὶ πατέρων παραβαθέντες. Ἐπειδὴ δὲ ἐπὶ τῶν ἔργων αὐτῶν οὐδὲν τούτων γέγονε, τῶν τὰ πρότερα τολμησάντων τοῖς προτέροις ἐπαγωνιζομένων ἔτι παρανομήμασιν, ἅπαντα μὲν τὰ παρ' αὐτῶν μετὰ ταῦτα γεγενημένα καθ' ἕκαστον διηγήσασθαι παρίημι· καὶ γὰρ ἱστορίας ὑπερβαίνει μέτρον, οὐκ ἐπιστολῆς μόνον, ἡ διήγησις· ἐκεῖνο δὲ παρακαλῶ τὴν ἄγρυπνον ὑμῶν ψυχὴν, κἂν οἱ πάντα θορύβων ἐμπλήσαντες ἀμετανόητα νοσῶσι καὶ ἀνίατα, αὐτοὺς τοὺς θεραπεῦσαι αὐτὰ ἑλομένους μὴ περικακῆσαι, μηδὲ ἀπαγορεῦσαι, τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσαντας. Καὶ γὰρ ὑπὲρ τῆς οἰκουμένης σχεδὸν ἁπάσης ὁ παρὼν ὑμῖν ἀγὼν πρόκειται, ὑπὲρ Ἐκκλησιῶν εἰς γόνυ κατενεχθεισῶν, ὑπὲρ λαῶν διασπαρέντων, ὑπὲρ κλήρων πολεμουμένων, ὑπὲρ ἐπισκόπων φυγαδευομένων, ὑπὲρ θεσμῶν πατέρων παραβαθέντων. ∆ιὸ καὶ παρακαλοῦμεν ὑμῶν τὴν ἐμμέλειαν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ὅσῳ πλείων ἡ ζάλη, τοσούτῳ πλείονα ἐπιδείξασθαι τὴν σπουδήν. Προσδοκῶμεν γὰρ καὶ ἔσεσθαί τι πλέον εἰς διόρθωσιν. Εἰ δ' ἄρα μὴ τοῦτο γένοιτο, ἀλλ' ὑμεῖς ἀπηρτισμένον ἔχετε τὸν στέφανον παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ τοῖς ἀδικουμένοις οὐ μικρὰ τοῦτο ἔσται παράκλησις, τῆς ὑμετέρας ἀγάπης ἡ ἔνστασις· ἐπεὶ καὶ ἡμᾶς τρίτον ἔτος τοῦτο ἐν ἐξορίᾳ διατρίβοντας, λιμῷ, λοιμῷ, πολέμοις, πολιορκίαις συνεχέσιν, ἐρημίᾳ ἀφάτῳ,