1

 2

 3

 4

 5

 6

1

Ad Theodorum lapsum ii

Τοῦ αὐτοῦ πρὸς Θεόδωρον μοναχόν, σκεπτόμενον ἐξελθεῖν τοῦ μοναστηρίου καὶ γαμῆσαι καὶ πραγματεύεσθαι.

1 Εἰ καὶ δάκρυα καὶ στεναγμοὺς ἦν διὰ γραμμάτων δηλοῦσθαι, καὶ τούτων ἄν

σοι τὴν ἐπιστολὴν ἐμπλήσας ἀπέστειλα· δακρύω δὲ ἐγὼ οὐχ ὅτι πραγμάτων φροντίζεις πατρῴων, ἀλλ' ὅτι τοῦ καταλόγου τῶν ἀδελφῶν σαυτὸν ἐξήλειψας, ὅτι τὰς πρὸς τὸν Χριστὸν συνθήκας κατεπάτησας. Ταῦτα φρίττω, ἐπὶ τούτοις ἀλγῶ, διὰ τοῦτο φοβοῦμαι καὶ τρέμω, καὶ οὐκ ἀδίκως. Ἰδιώτην μὲν γὰρ οὐδεὶς λειποστρατίας ἄν ποτε γράψαιτο, ὁ δὲ στρατιώτης ἅπαξ γενόμενος ἐὰν ἁλῷ λιποτακτήσας περὶ τῶν ἐσχάτων ὁ κίνδυνος· Οὐ δεινόν, ὦ φίλε Θεόδωρε, τὸ παλαίοντα πεσεῖν ἀλλὰ τὸ μεῖναι ἐν τῷ πτώματι· οὐδὲ χαλεπὸν τὸ πολεμοῦντα τρωθῆναι, ἀλλὰ τὸ μετὰ τὴν πληγὴν ἀπογνόντα καταμελῆσαι τοῦ τραύματος. Οὐδεὶς ἔμπορος ἅπαξ ναυαγίῳ περιπεσὼν καὶ τὸν φόρτον ἀπολέσας, ἀπέστη τοῦ πλεῖν, ἀλλὰ πάλιν τὴν θάλασσαν καὶ τὰ κύματα καὶ τὰ μακρὰ διαπερᾷ πελάγη καὶ τὸν πρότερον ἀνακτᾶται πλοῦτον. Πολλάκις καὶ ἀθλητὰς θεωροῦμεν μετὰ πολλὰ πτώματα στεφανίτας γινομένους· ἤδη δὲ καὶ στρατιώτης πολλάκις φυγὼν ἔσχατον ἀριστεὺς ἀπεδείχθη, καὶ τῶν πολεμίων ἐπεκράτησεν. Πολλοὶ δὲ καὶ τῶν τὸν Χριστὸν ἀρνησαμένων διὰ τὴν τῶν βασάνων ἀνάγκην ἀνεμαχέσαντο τὴν ἧτταν πάλιν καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀπῆλθον ἀναδησάμενοι. Εἰ δὲ τούτων ἕκαστος ἐκ τῆς προτέρας πληγῆς ἀπέγνω, οὐκ ἂν τῶν δευτέρων ἀπήλαυσεν ἀγαθῶν. Μὴ οὐ τοίνυν, ὦ φίλε, διότι μικρόν σε τῆς στάσεως παρεσάλευσεν ὁ ἐχθρός, ἤδη καὶ σαυτὸν ὤσῃς ἐπὶ τὸ βάραθρον, ἀλλὰ στῆθι γενναίως καὶ ἐπάνελθε ταχέως ὅθεν ἐξέβης, μηδ' ὄνειδος νομίσῃς τὴν πρὸς ὀλίγον εἶναι ταύτην πληγήν. Οὐδὲ γὰρ στρατιώτην ἰδὼν ἐπανήκοντα μετὰ τραύματος ἀπὸ πολέμου ὠνείδισας ἄν, ὄνειδος γὰρ τὸ ὅπλα ῥῖψαι καὶ τῶν πολεμίων ἔξω γενέσθαι, ἕως δὲ ἂν ἑστήκῃ τις μαχόμενος, κἂν βάλληται κἂν ὑποχωρῇ πρὸς βραχύ, οὐδεὶς οὕτως ἀγνώμων, οὐδὲ πρὸς τὴν πολεμικὴν ἄπειρος, ὡς ἐγκαλέσαι ποτέ. Τῶν γὰρ μὴ μαχομένων ἐστὶν τὸ μὴ τιτρώσκεσθαι, τοὺς δὲ πολλῷ τῷ θυμῷ κατὰ τῶν πολεμίων χωροῦντας ἔστιν καὶ βληθῆναι καὶ καταπεσεῖν, οἷον καὶ ἐπὶ σοῦ γέγονεν νῦν. Ἀθρόως γὰρ τὸν ὄφιν ἀνελεῖν ἐπιχειρήσας ἐδήχθης. Ἀλλὰ θάρσει, μικρᾶς σοι χρεία νήψεως καὶ οὐδὲ ἴχνος ὑπολειφθήσεται τοῦ τραύματος ἐκείνου, μᾶλλον δὲ θεοῦ χάριτι καὶ αὐτὴν τοῦ πονηροῦ συντρίψεις τὴν κεφαλήν· μηδέ σε ταραττέτω τὸ ταχέως καὶ παρ' αὐτὴν ἐμποδισθῆναι τὴν ἀρχήν· εἶδεν γάρ, εἶδεν ὀξέως ὁ πονηρὸς τῆς σῆς ψυχῆς τὴν ἀρετήν, καὶ γενναῖον αὐτῷ πολέμιον αὐξηθήσεσθαι ἐκ πολλῶν ἐστοχάσατο· τὸν γὰρ εὐθέως τοσαύτῃ καὶ τηλικαύτῃ χρησάμενον κατ' αὐτοῦ τῇ σπουδῇ τοῦτον, εἰ παραμένοι, ῥᾳδίως αὐτὸν καταπαλαίσειν ἤλπισεν. ∆ιὰ τοῦτο ἐγρηγόρησεν, ἔσπευσεν, ἠγέρθη πολὺς κατὰ σοῦ, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἂν ἐθελήσῃς στῆναι γενναίως. Τίς γὰρ σοῦ τὴν ὀξεῖαν καὶ εἰλικρινῆ καὶ ζέουσαν ἐπὶ τὰ ἀγαθὰ μετάθεσιν οὐκ ἐθαύμασεν; Ἐδεσμάτων μὲν γὰρ τρυφὴ παρεωρᾶτο, πολυτέλης δὲ ἔσθησις κατεπεφρόνητο, πᾶς τῦφος κατεπεπάτητο, πᾶσα ἡ περὶ τὴν ἔξωθεν σοφίαν σπουδὴ ἀθρόως ἐπὶ τὰ θεῖα μετενήνεκτο λόγια· ὅλαι μὲν εἰς ἀναγνώσεις ἡμέραι, ὅλαι δὲ εἰς εὐχὰς ἀνηλίσκοντο νύκτες· οὐκ ἀξίας ἦν μνησθῆναι πατρικῆς, οὐ πλοῦτον ἐν νῷ λαβεῖν· τὸ δὲ γονάτων ἅψασθαι καὶ ποσὶν προσδραμεῖν ἀδελφῶν τοῦτο πάσης εὐγενείας ἀνώτερον ᾔδεις. Ταῦτα ἔθλιβεν τὸν πονηρόν, ταῦτα εἰς μάχην ἐξήγειρεν σφοδροτέραν· ἀλλ' οὐ καιρίαν ἔδωκε τὴν πληγήν. Εἰ μὲν γὰρ μετὰ χρόνον πολύν, μετὰ νηστείας τε συνεχεῖς καὶ τὴν χαμευνίαν καὶ τὴν ἄλλην ἄσκησιν κατέβαλεν, ἦν μὲν οὐδὲ τότε ἀπογνῶναι, πλὴν ἄν τις πολλὴν ἔφη τὴν